Ancient Greek
Page 18
Joannes Philoponus Phil., De opificio mundi 18
Not analysed yet
προϋποστῆναι φύσεις, καὶ ὅσα τοῖς ἠπορημένοις ἀνθυπήγαγε, Βασιλείῳ μὲν τούτων οὐδὲν εἴρηται παντελῶς οὐδαμοῦ, οἶμαι δέ γε ἴσως οὐδὲ ἄλλῳ τινί. διὸ νῦν ἡμῖν περὶ τούτου λόγος οὐδείς, εἰ καὶ τοῦτό τις ἀτόπως ὑπώπτευσεν τὸ συνόντων τινῶν δεῖσθαι τὸν θεόν. Ἐπειδὴ δὲ μηδεμίαν ἀπόδειξιν ἐκ τῶν θείων γραφῶν εἶναί φησι τοῦ προϋπάρχειν τῆς τοῦ κόσμου γενέσεως τὰς μυριάδας τῶν νοερῶν τε καὶ λειτουργικῶν τοῦ θεοῦ δυνάμεων, αὐτὸς δὲ ὡς ἐκ τῶν ἱερῶν πεπαιδευμένος λογίων τῇ γενέσει τοῦ κόσμου συνυποστῆναί φησιν αὐτάς, πρῶτον μὲν δειξάτω ποῦ τοῦτο λέγουσαν πρὸς λέξιν ἢ πρὸς ἔννοιαν ἀκριβῶς ἔχει τὴν ἁγίαν γραφήν. ἀλλ' οὐκ ἂν δείξειε πᾶσαν διερευνώμενος. ὅσας γὰρ οἴεται μάτην εἰς τοῦτο λέξεις αὐτῷ συντελεῖν, μικρὸν ὕστερον ἐξετάσομεν. Μωϋσεῖ μέντοι περὶ τῆς τῶν ἀγγέλων ἐκ θεοῦ δημιουργίας εἴρηται παντελῶς οὐδὲν καὶ τοῦτο δικαίως. τοῦ γὰρ σωματικοῦ κόσμου τὴν γένεσιν μόνου παρέδωκεν, οὐ τῶν ἀγγελικῶν ταγμάτων. ἐκείνου γὰρ ἐδεῖτο καὶ μόνου, ὡς ἂν ἐκ τῶν ὁρωμένων τοὺς ἀνθρώπους εἰς ἐπίγνωσιν ἀναγάγῃ τοῦ θεοῦ. ἀλλ' ἐξ ἀκολουθίας ἑτέρων πολλὰ τῶν δογμάτων ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ συνέστη. μικρὰ δὲ νῦν τέως πυνθανομένοις ἡμῖν ἀποκρινέσθωσαν οἱ τούτῳ συνήγοροι.