Ancient Greek
Page 19
Joannes Philoponus Phil., De opificio mundi 19
Not analysed yet
θʹ. Ὅτι οὔτε σῶμά ἐστι τῶν ἀγγέλων ἡ οὐσία, οὔτε ἀσώματος οὖσα συνηρτημένον ἔχει σῶμα, καθάπερ ἡ τῶν ἀνθρώπων ψυχή. Εἰ ἅμα τῷ οὐρανῷ καὶ τῇ γῇ καὶ τοῖς ἐναπειλημμένοις στοιχείοις αἱ νοεραὶ καὶ ἀόρατοι τῶν λειτουργικῶν τοῦ θεοῦ τάξεων μυριάδες γεγόνασιν, ἢ σώματα πάντως εἰσὶν ἢ ἀσώματοι μέν, καθάπερ καὶ ἡ ἡμετέρα ψυχή, ἐξηρτημένα δὲ πάντως ἑαυτῶν ἔχουσι σώματα· οὐ γὰρ ἂν μετὰ τῶν σωμάτων τὴν ἀρχὴν τοῦ εἶναι λαμβάνειν ἤμελλον, εἰ μόνως ὑπῆρχον ἀσώματοι μηδὲν περικείμεναι σῶμα. Εἰ μὲν οὖν σώματα μόνον τὴν οὐσίαν ὑπάρχουσι, πότερον ἐκ τῶν τεσσάρων ἢ ἐξ ἑτέρου παρὰ ταῦτα γεγόνασι σώματος, οἷον φέρε καὶ Ἀριστοτέλης τὸ πέμπτον καὶ κυκλοφορούμενον εἰσηγήσατο σῶμα, ἐξ οὗ συνίστησι τὰ οὐράνια; εἰ μὲν οὖν ἐξ ἄλλου παρὰ τὰ τέσσαρα πέμπτου τινός, ποῖόν ἐστι τοῦτο, δειξάτω τις, καὶ τίς ἡ τούτου ὁλότης καὶ ἐκ ποίας τοῦτο θεοπνεύστου γραφῆς ἐδιδάχθη· εἰ δὲ ἐκ τῶν τεσσάρων τῶν παρ' ἡμῖν ἢ ἐξ ἑνός που πάντως ἢ πλειόνων ἢ πάντων, πάλιν οὖν δειξάτω, ποία τοῦτο πρὸς λέξιν ἡμῖν διαγορεύει γραφή· τὸ γάρ· ‘ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα’ οὐ τὸ παρ' ἡμῖν πῦρ καὶ τὸ ἀέριον πνεῦμα δηλοῦν ἐθέλει, καὶ τοὺς μὲν ἐκ τούτου τοὺς δὲ ἐξ ἐκείνου τῶν ἀγγέλων ἔχειν τὴν γένεσιν, ὡς εἶ-