Ancient Greek · ~5 min
Page 183
Joannes Philoponus Phil., De opificio mundi 183
Not analysed yet
μέγας ἐνταῦθα Βασίλειος τὴν ἐν τοῖς γενομένοις τοῦ θεοῦ σοφίαν ἐκδιηγούμενος ἄξιον ὕμνον, ὅσον ἐφικτὸν ἀνθρώποις ἦν, τῷ ταῦτα δημιουργήσαντι θεῷ προσήγαγεν οὐδεμίαν τοῖς μετ' αὐτὸν ἀπορίας καταλελοιπὼς ἀφορμήν· ἡ γὰρ περὶ τῶν ἀπὸ γῆς φυσιολογία καὶ ζήτησις ἀκοῇ πάσῃ σύμμετρος ἦν, διόπερ λίαν ἐμμελῶς τὸν περὶ τούτων ἅπαντα λόγον συνεπεράνατο. πᾶσαν τοίνυν γλῶσσαν ἐν λόγοις εὔστροφον καὶ λογισμὸν ὀξὺν ὑποχωρεῖν αὐτῷ δικαίως οἰόμενος πρὸς τὰ ἑξῆς μεταβήσομαι, εἴ τι τοῖς ἐκείνου προσεξευρεῖν εἴη μοι δυνατόν. ‘Καὶ εἶπεν ὁ θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός’. ιαʹ. Τίς ἡ διαφορὰ τοῦ πρωτογόνου φωτὸς καὶ τῶν νῦν γενομένων φωστήρων. Πρότερον ἔλεγεν ὁ προφήτης· ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς. καὶ ἐγένετο φῶς’· νυνὶ δέ· ‘γενηθήτωσαν φωστῆρες. καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ τοὺς ἀστέρας’. πάλιν ἐκεῖ μέν· ‘καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους’. καὶ ὁ διαχωρισμὸς οὗτος ἐποίησεν ἡμέραν καὶ νύκτα κατὰ τὴν εἰρημένην ὑφήγησιν ἐν ἐκείνοις ἡμῖν, νυνὶ δὲ τῷ φυσικῷ διαχωρισμῷ τούτων διδοὺς ἀρχὴν διαχωρίζειν τοὺς φωστῆρας