Ancient Greek
Page 184
Joannes Philoponus Phil., De opificio mundi 184
Not analysed yet
ὁ θεὸς τὴν ἡμέραν καὶ τὴν νύκτα κελεύει, οὐκέτι τὸ φῶς καὶ τὸ σκότος· ἐν αὐτοῖς γὰρ λοιπόν ἐστι τὸ φῶς· ὑπὲρ γῆν μὲν γὰρ τοῦ ἡλίου γινομένου ἡμέρα ἐστίν, ὑπὸ γῆν δὲ νύξ. ἕτερον ἄρα τὸ φῶς καὶ ἕτερον εἶναι τοὺς φωστῆρας βούλεται, τὸ μὲν τὴν ἁπλῆν ποιότητα, τὸ δὲ τὸ ἐκ τοῦ ὑποκειμένου σώματος καὶ τῆς ποιότητος σύνθετον, ὅπερ καλεῖται φωστήρ, ὡς καὶ λαμπτῆρας καλοῦμεν τοὺς δι' ὧν ἡ λαμπηδὼν φέρεται τοῦ πυρός, ἐπεὶ καὶ τὸ χρῶμα τοῦ φωτὸς λαμπρὸν ὀνομάζουσι. καὶ τοῦτο γιγνώσκει καὶ ἡ συνήθεια· λαμπρὸν γὰρ αὐτὸ τὸ πῦρ ὀνομάζει. ιβʹ. Ὅτι ἡ τοῦ ὑποκειμένου σώματος τῷ φωτὶ διαφορὰ τῆς ἐν τοῖς φωστῆρσι τοῦ φωτὸς διαφορᾶς αἰτία ἐστίν, ὡς καὶ τοῦ ὑπὸ σελήνην πυρὸς ὁμοίως. Πρότερον μὲν οὖν τὸ εἶδος ἁπλῶς τοῦ φωτὸς ὑπέστησεν ὁ θεός, ἁπλοῦν τὴν φύσιν καὶ διαφορὰν οὐδεμίαν ἔχον· νυνὶ δὲ τὰ ὑποκείμενα τούτῳ ποιήσας καὶ ἄμφω συνθεὶς τοὺς φωστῆρας εἰργάσατο· διὸ καὶ πολλὴ τούτων ἡ πρὸς ἀλλήλους τοῦ φωτὸς διαφορὰ παρὰ τὸ διάφορον ὑποκείμενον, ὡς αὐτὴ δείκνυσιν ἡμῖν ἡ αἴσθησις τοῦ ἡλίου φημὶ τῆς σελήνης, εἴτε τὸ ἴδιον αὐτῆς ἐθέλῃς φῶς ἰδεῖν, ὅπερ ἐν ταῖς ἐκλείψεσιν αὐτῆς ἀνθρακοειδὲς φαίνεται τὴν χροιάν, εἴτε ὅπερ ἐκ τοῦ ἡλίου δέχεται νόθον· ‘ἀλλὰ καὶ ἀστὴρ ἀστέρος’ φησὶν ὁ Παῦλος ‘διαφέρει ἐν δόξῃ’· καὶ