Ancient Greek
Page 187
Joannes Philoponus Phil., De opificio mundi 187
Not analysed yet
τοῦτο τὸ φῶς μένειν ἐν ἀέρι δυνάμει θείᾳ τοῦ φωτίζοντος ὑποχωροῦντος ἐπινοήσειας, ὡς καὶ ἡ θερμότης ἡ ἐξ αὐτῶν ἐπί τινα μένει χρόνον, τί τῶν ἀδυνάτων ἐστὶ καὶ ἐν τῷ κατ' ἀρχὴν πρωτογόνῳ τοῦτο γενέσθαι φωτὶ δυνάμει θεοῦ τοῦ παραγαγόντος ἐξ οὐκ ὄντων ἅπαντα; ὕστερον γὰρ δοχεῖον αὐτοῦ καὶ ὑποκείμενον οἱ φωστῆρες γεγόνασιν. εἰ δὲ θεῷ μὲν οὐκ ἀδύνατον εἶναι τοῦτο φαίη τις, ἐρωτῴη δὲ πόθεν [εἰ] τοῦτο οὕτω γέγονε τὴν ἀρχήν, τῷ ἀξιώματι τοῦ προφήτου πιστευέτω θείας αὐτοψίας τε καὶ ἐντυχίας ἠξιωμένῳ καὶ τῆς ἐκεῖθεν ἐναργοῦς ἐπιπνοίας, ὡς γνῶναί τε πάντα καὶ εἰπεῖν ‘τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα’· τοῦτο γὰρ καὶ ἐν τῷ περὶ φωτὸς λόγῳ δεδείχαμεν, ὅτε μηδὲ λογικῆς ἀκολουθίας καὶ φυσικῆς ὑπάρχειν ἐκτὸς τὴν περὶ τῆς τοῦ κόσμου γενέσεως διήγησιν Μωϋσέως ἀπεδείξαμεν. ιδʹ. Τίνα ἐστὶ τὰ ὧν οἱ φωστῆρες σημεῖα γίνονται· τίς τῶν ἡμερῶν αἴτιος, τίς τῶν μηνῶν, τίνες τῶν πληθυντικῶς λεγομένων ἐνιαυτῶν. Τὸ δέ ‘καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς’ αὐτάρκως πεφυσιο-