Ancient Greek · ~5 min
Page 188
Joannes Philoponus Phil., De opificio mundi 188
Not analysed yet
λόγηκε Βασίλειος, καὶ οὕτως ἔχοντα τὰ πράγματα φαίνεται. σημεῖα μὲν γὰρ ἐκεῖθεν γίνεται χειμῶνος εὐδίας ὑετοῦ χιόνος πνευμάτων διαφόρων, ποτὲ μὲν νοτίων ποτὲ δὲ βορείων, καὶ τῶν ἄλλων ὁμοίως ἐν ταῖς ἐπιτολαῖς καὶ δύσεσι τῶν ἄστρων ἑῴαις τε καὶ ἑσπερίαις, συνόδοις τε καὶ ἀποστάσεσι καὶ σχηματισμοῖς, ὡς οἱ τὰ περὶ ἐπιτολῶν ἄστρων καὶ δύσεων καὶ περὶ διοσημειῶν ἐδίδαξαν γράψαντες, σπόρου φυτείας θερισμοῦ καὶ ἄλλων πλείστων, ὅσα τῷ βίῳ ἐστὶ χρήσιμα. ἡμέραν οὖν ποιεῖ—φημὶ δὲ τὸ ἡμερονύκτιον—ἡ ἀπὸ τοῦ ἀνατολικοῦ ὁρίζοντος εἰς τὸ αὐτὸ τοῦ ἡλίου ἀποκατάστασις κατὰ τὴν τῆς ἀπλανοῦς γινομένη κίνησιν. μῆνα δὲ ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ τῆς σελήνης περίοδος, διὸ καὶ μὴν ἐκλήθη παρὰ τὴν μήνην. ἐνιαυτὸν δὲ ἡ τοῦ ἡλίου κατὰ τὴν ἰδίαν κίνησιν ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ περιφορά· οὗτος μὲν οὖν <ὁ τοῦ> ἡλίου ἐνιαυτός· ὁ δὲ τῆς σελήνης δωδεκάκις ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ <σημεῖον> ἀποκαθισταμένης, ὃς ἕνδεκα τοῦ ἡλιακοῦ λείπεται ἡμέρας. διὸ καὶ ὁ ἐμβόλιμος μὴν διὰ τριῶν προστίθεται ἐνιαυτῶν, ἵνα τοὺς δύο τὸν αὐτῆς καὶ τὸν τοῦ ἡλίου συνάψωσιν. καὶ ἕκαστος δὲ τῶν πλανωμένων ἴδιον ἐνιαυτὸν ἀποτελεῖ, ὧν ὁ βραδύτατος διὰ τριάκοντα ἐτῶν ἡλιακῶν συμπεραίνεται. λέγεται δέ τις καὶ μέγας ἐνιαυτός, ὅτε ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ σημεῖον ἀπο-