Ancient Greek · ~5 min
Page 191
Joannes Philoponus Phil., De opificio mundi 191
Not analysed yet
φωστῆρα τὴν σελήνην εἴρηκε μειζόνων αὐτῆς ἑτέρων ὄντων; ἐγὼ μὲν οὖν, ὅπως ἀληθείας ἢ ψεύδους ὁ λόγος ἔχει, περιττὸν οἶμαι νυνὶ περιεργάζεσθαι· ἐκεῖνο δὲ τοῖς φαινομένοις ἐρῶ σύμφωνόν τε καὶ πᾶσι δοκοῦν, ὅτι μόνοι τῶν δύο τούτων φωστήρων ἑκάτερος, ἥλιός φημι καὶ σελήνη, ἱκανὸς φωτίζειν ἐστὶ τὰ διαφανῆ πρὸς ἀναλογίαν τοῦ ἐνόντος ἑκατέρῳ φωτός, ὁ μὲν τοῦ ἰδίου, ἡ δὲ τοῦ ἐπικτήτου, ὅπερ ἐκ τοῦ ἡλίου παρεσπάσατο, τῶν δὲ ἄστρων τὸ παράπαν οὐδεὶς οὐδ' ἅμα πάντες τοῦτο δύνανται ποιεῖν. ἐξ οὗ δῆλον, ὡς οὐδὲ τὸ ὕψος ἐστὶν αἴτιον τοῦ μὴ φωτίζειν τῶν ἀστέρων ἕκαστον τὴν γῆν, ὡς ὁ ἥλιος καὶ ἡ σελήνη· ἅμα γοῦν ὅλον περιλαβόντες τὸν οὐρανὸν οὐχ ἱκανοὶ τὴν γῆν φωτίζειν γεγόνασι· καίτοι γε ὅπερ εἷς λαμπτὴρ οὐ ποιεῖ, τοῦτο συνερχόμενοι ποιοῦσι πολλοί· οὐδὲ γὰρ οὕτως εἰσὶ πόρρω τῆς γῆς ἢ ἀμυδροὶ τὸ φῶς, ὡς μηδὲ ὁρᾶσθαι ὑφ' ἡμῶν· ‘συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν’ φησὶν ἡ ποίησις. πόσῳ οὖν μᾶλλον τοσούτων καὶ τηλικούτων ἀστέρων τὸ φῶς οὐκ ἤμελλε ποιεῖν, ὅπερ ἡ σελήνη μόνη ποιεῖ, ἵνα μὴ τὸν ἥλιον εἴπω, νῦν; ὧν ἁπάντων συναιρουμένων τὸ πλῆθος πολλοὺς ἂν κατὰ μέγεθος ποιήσειεν ἡλίους, σελήνας δὲ πολλαπλασίους· νῦν δ' ἅμα πάντες οὐδὲ τὸ τῆς σελήνης πεποιήκασι φῶς εἰς ἡμᾶς, οὐ μόνον πανσελήνου οὔσης, ἀλλ' οὐδὲ διχοτόμου οὐδὲ ἐλάττονος· ἐκείνη μὲν γὰρ