Ancient Greek
Page 192
Joannes Philoponus Phil., De opificio mundi 192
Not analysed yet
μονοειδὴς οὖσα σκιὰν ποιεῖ τοῖς ἡμετέροις σώμασι καὶ πᾶσιν ἁπλῶς, τῶν δὲ ἐν οὐρανῷ πάντων ἀστέρων οὐδεὶς πλὴν τοῦ ἑωσφόρου, ὅτε περιγειότερος γένηται. οὐκοῦν εἰ καὶ συγχωρήσειέ τις αὐτοῖς μείζονα τῷ μεγέθει τὸν κύνα τῆς σελήνης εἶναι, ἀλλὰ κατὰ τὸ φωτίζειν πλεῖστον αὐτῆς, τάχα δὲ τὸ πᾶν ἀπολείπεται, ὃ καὶ πάντες ἅμα πλανώμενοί τε καὶ ἀπλανεῖς πάσχουσιν· ὥστε τῇ φωτιστικῇ δυνάμει μετὰ τὸν ἥλιον οὐχ ἑνὸς τῶν ἄλλων, ἀλλ' ἅμα πάντων ἐστὶ τῶν ἀστέρων ἡ σελήνη μείζων. ιζʹ. Τί ἐστι τό ‘εἰς ἀρχὰς τῆς ἡμέρας τὸν ἥλιον καὶ εἰς ἀρχὰς τῆς νυκτὸς τὴν σελήνην’. Τί δέ ἐστιν ‘εἰς ἀρχὰς τῆς ἡμέρας τὸν ἥλιον καὶ εἰς ἀρχὰς τῆς νυκτὸς τὴν σελήνην’; οὐχ ὅπερ ἄν τις ἀλόγως ὑπονοήσειε τὸ συνάρχεσθαι τῇ μὲν ἡμέρᾳ τὸν ἥλιον, τῇ νυκτὶ δὲ τὴν σελήνην. τὸν μὲν οὖν ἥλιον οὐδὲ δεῖ τῇ ἡμέρᾳ συνάρχεσθαι λέγειν· αὐτὸς γὰρ τῆς ἡμέρας ἐστὶ ποιητικός, τουτέστι τοῦ ἡμερινοῦ καταστήματος· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡμέρα ἢ τὸ ἥλιον ὑπὲρ γῆν εἶναι· ἡ δὲ σελήνη κατὰ μόνην μίαν ἡμέραν τοῦ μηνός, ἐν ᾗ πανσέληνος γίνεται, συνάρχεται τῇ νυκτὶ καὶ συμπαρατείνεται πάσῃ· ἐν δὲ ταῖς ἑξῆς ἁπάσαις τοῦ μηνὸς ἡμέραις ὑπολείπεται κατὰ μέρος τοσοῦτον, ὅσον τῷ ἡλίῳ πλησιαιτέρα γίνεται· ἐν δὲ συνόδῳ συνανατέλλει τῷ ἡλίῳ καὶ συνδύνει, καὶ παντελῶς ἐστὶν ἀφεγγὴς τὸ πρὸς ἡμᾶς· ὥστε οὐδὲ πάσης ἄρχει νυκτὸς οὐδ' ὅλης ἑκάστης.