Ancient Greek
Page 194
Joannes Philoponus Phil., De opificio mundi 194
Not analysed yet
εἰς ἡγεμονίαν τῆς νυκτός’· τὸ γὰρ ἡγεῖσθαι σαφηνίζων εἰς τὸ ἡγεμονίαν μετέλαβεν, ὅπερ ταὐτόν ἐστι τῇ ἐξουσίᾳ καὶ τῷ ἄρχειν· ἐπικρατεῖ γὰρ καὶ ἐξουσιάζει ἥλιος μὲν τοῦ ἡμερινοῦ καταστήματος, σελήνη δὲ τοῦ νυκτερινοῦ οὐ μόνον κατὰ τοὺς φωτισμούς, ἀλλὰ καὶ κατὰ τὴν τῶν ὑπὸ σελήνην σωμάτων μεταβολήν· νυκτὶ γὰρ ἡ σελήνη μετρίως τὸν ἀέρα θερμαίνουσα χεῖ τὴν ἀτμίδα τὴν ἐν αὐτῷ καὶ ὑγρὸν ποιεῖ τὸ κατάστημα· λῦσαι δ' αὐτὴν οὐ δυναμένη τροφῆς αἰτία γίνεται πολλοῖς καὶ αὐξήσεως—τούτων γὰρ τὸ ὑγρὸν καὶ θερμὸν αἴτιον—ὡς τὰ ὀστρακόδερμα δείκνυσι φανερῶς εὐτραφῆ μὲν ὄντα ταῖς περὶ τὰς πανσελήνους ἡμέραις, ἐλλειπῆ δὲ ταῖς ἑτέραις. ὃ καὶ ἐπὶ τῶν ἄλλων γίνεσθαι νομίζειν εὔλογον, εἰ καὶ ἡμῖν ἐστιν ἀσυναίσθητον· τοῦτο δὲ ποιεῖν ἐν ἡμέρᾳ οὐ δύναται ὑπὸ τῆς τοῦ ἡλίου νικωμένη δυνάμεως. Τὴν δὲ τοῦ ἡλίου ἐπὶ πάντα ἐνέργειαν τά τε ζῷα καὶ τὰ φυόμενα τίς ἀγνοεῖ, μεγίστην τῇ γενέσει πάντων συνεισάγοντος μοῖραν τῆς τῶν καιρῶν διαδοχῆς τῇ κινήσει τούτου γινομένης, ὡς ἤδη προείρηται; ἐξ ὧν ἡ τῶν στοιχείων εἰς ἄλληλα μεταβολὴ καὶ οἱ καιροὶ ἥ τε τῶν ἀπὸ γῆς βλάστησις πέψις τε καὶ τροφὴ αὔξησίς τε καὶ εἰς τὸ τέλειον πρόοδος καὶ ἡ τῶν ζῴων γένεσις καὶ μάλιστα τῶν ἀερίων τε καὶ ἐνύδρων ἄλλων κατ' ἄλλον γινομένων τόπον τε καὶ καιρόν· περὶ δὲ τοῦ τῆς σελήνης μεγέθους καὶ τῶν ἐξ αὐτῆς γινομένων τοῖς σώμασι μεταβολῶν ὁ μέγας Βασίλειος ἄριστα