Ancient Greek · ~4 min
Page 195
Joannes Philoponus Phil., De opificio mundi 195
Not analysed yet
λίαν πεφιλοσόφηκεν, ἐξ οὗ πάρεστι καρποῦσθαι μεγίστην τοῖς βουλομένοις ὠφέλειαν. ιηʹ. Ὅτι αὐτὴ δι' ἑαυτῆς ἡ ἀστρολογικὴ μέθοδος ἐλέγχεται μὴ ποιητικὴ τῶν συμβαινόντων ἡμῖν ὑπάρχουσα. Ἐπειδὴ δέ τινες τὸ εἰς σημεῖα γεγονέναι τοὺς ἀστέρας ἀκούσαντες περὶ τῆς ἀσεβοῦς γενεθλιαλογίας τὸ λεχθὲν ἐξειλήφασι τὰς ἑαυτῶν ἀτόπους ὑπολήψεις παραμυθούμενοι, ἀρκεῖν μὲν ἡγοῦμαι τὰ εἰς τὸν τόπον εἰρημένα τῷ σοφωτάτῳ Βασιλείῳ ταύτης πρὸς ἔλεγχον· πλεῖστα δὲ καὶ ἄλλοις αὐτάρκως εἴρηται, καὶ τὰ ἐκείνων λέγειν ἡμᾶς οὔτε εὔλογον οὔτε ἀναγκαῖον ἑτοίμων ὄντων τοῖς ἐθέλουσιν ἐκείνων. πολλὰ δὲ πρὸς τοῦτο καὶ Ὠριγένει τῷ παλαιῷ γέγραπται· ἐγὼ δὲ μιᾶς αὐτοῦ καὶ μόνης ἐπιχειρήσεως μεμνήσομαι καινοπρεποῦς τε οὔσης καὶ οὐδὲ τῶν μετ' αὐτὸν ἐγνωσμένης πολλοῖς καὶ ἐξ αὐτῆς τῆς γενεθλιαλογικῆς μεθόδου ταύτην αὐτὴν ἐλεγχούσης. ‘πρῶτον μὲν οὖν’ φησὶν ἐκεῖνος ‘θαυμάσειεν ἄν τις Ἑλλήνων, πῶς τοσαύτας μαντειῶν μεθόδους ἐπινοήσαντες συμβόλους οἰωνοσκοπίαν ᾠοθυτικὴν σπλάγχνων τε ἀνατομὰς χειροσκοπίαν τε καὶ τὴν διὰ πυρὸς θεωρίαν ἀστεροσκοπίαν τε