Ancient Greek
Page 196
Joannes Philoponus Phil., De opificio mundi 196
Not analysed yet
τὴν ἐν τοῖς διᾴττουσιν καὶ τὴν ἐν τοῖς χρηστηρίοις ἀπάτην καὶ τούτων ἑκάστην σημαντικὴν τῶν ἐσομένων οὐ ποιητικὴν ὑποθέμενοι, μόνην ἀστρολογίαν δραστήριον εἶναι τῶν ἐξ αὐτῆς δηλουμένων ὑπέθεντο τῆς ἑαυτῶν ὡς ἔοικεν ἀνοσιουργίας ἐπινοοῦντες παραψυχήν, ὡς εἱμαρμένης ἀνάγκῃ καὶ οὐ πονηρίᾳ λογισμῶν ταῦτα πράττουσιν’. ὅτι γάρ, ‘εἰ καὶ συγχωρηθείησαν ἀληθεύειν’, φησὶν ἐκεῖνος, σημαντικὰ μόνως εἰσίν, οὐ δραστήρια, ἐξ αὐτῆς τῆς γενεθλιαλογικῆς μεθόδου δείκνυσιν Ἀριστοτελικῷ κανόνι χρησάμενος· κἀκεῖνος γὰρ ζητῶν, ποῖόν ἐστι τῶν ἀστέρων τὸ σχῆμα ‘ὅπερ ἄν’ φησίν ‘ἑνὸς ἀστέρος ὑπάρχον τὸ σχῆμα δείξωμεν, τοιοῦτον εἶναι καὶ τὸ πάντων ἀνάγκη’· εἶτα δείξας ἐκ τῶν φωτισμῶν τῆς σελήνης σφαιρικὸν αὐτῆς τὸ σχῆμα, ἐκ τούτου καὶ τὸ πάντων εἶναι τοιοῦτο συνελογίσατο. τοῦτο οὖν καὶ ἐπὶ τῶν σχηματισμῶν τῶν κατὰ τὰς γενέσεις τῶν ζῴων Ὠριγένης ἐποίησεν. ‘ὅ τι γὰρ ἂν ἐφ' ἑνὸς τῶν σχηματισμῶν εὕρωμεν’ φησίν ‘εἴτε σημαντικὸν ἐκεῖνο φανείη τῶν παρ' ἡμῖν γινομένων, εἴτε ποιητικόν, τὸ αὐτὸ καὶ ἐπὶ πάντων ὑπάρχειν ἀνάγκη’. ἀξίωμα δέ τι προείληφε πᾶσιν ὁμολογούμενον, ὡς οὐδὲν τῶν ποιητικῶν αἰτιῶν ὕστερον ὑπάρχειν τῶν αἰτιατῶν δυνατόν, ἀλλ' ἢ προϋπάρχει τούτων, ἢ εἴ τῳ δοκεῖ συνυφέστηκε τοῖς αἰτιατοῖς τῶν αἰτιῶν τινα. τούτου δεδομένου ἐπὶ τὸ ζητούμενον μέτεισι. ‘λαμβάνοντες’ φησίν ‘οἱ γενεθλιαλόγοι τοῦ