Ancient Greek · ~5 min
Page 198
Joannes Philoponus Phil., De opificio mundi 198
Not analysed yet
ιθʹ. Ὅτι ἡ γενεθλιαλογία θεοῦ καὶ ἀρετῆς ἀλλοτριοῖ τοὺς αὐτῇ προσέχοντας· διὸ θείᾳ προνοίᾳ πάντες οἱ βίον αὐτὴν ἔχοντες δυστυχῆ καὶ παναθλίαν τρίβουσι ζωήν. Ὅτι δὲ θεομίσης ἡ ἐπιτήδευσις τῆς γενεθλιαλογίας καὶ ψυχῆς ὄλεθρος ἀφιστῶσα θεοῦ καὶ τῆς εἰς αὐτὸν ἐλπίδος τοὺς μετόχους αὐτῆς καὶ τοῦ δι' εὐχῶν καὶ εὐζωΐας αἰτεῖν ἐξ αὐτοῦ τὰ προσήκοντα, ὡς οὐδενὸς παρὰ τὴν εἱμαρμένην συμβαίνοντος, μηδὲν ἐφ' ἡμῖν γίνεσθαι βουλομένης ‘μηδ' ὅσον ὀφθαλμοῦ’ φασί ‘περιηγέα κύκλον ἑλίξαι’, ἐξ αὐτῆς δῆλον. πάντες γοῦν ὅσοι τοῦ βίου τὰς ἡνίας ἁπάσας ἀνῆψαν αὐτῇ, ἐπιρρεπεῖς οὗτοι πρὸς πᾶσαν ἄτοπον ὑπάρχουσιν ὄρεξιν· ὁ γὰρ πιστεύσας ἐκ τῆς ἐκεῖθεν ἀνάγκης ἥκειν αὐτῷ τὸ φαύλως βιοῦν, πῶς οὐχ, ὅτι ἂν εἰς λογισμὸν αὐτῷ τῶν ἀτόπων ἔλθοι, ἐπὶ τὴν πρᾶξιν εὐθὺς ἀνεπιστρόφως ὁρμήσει, ὡς οὐκ ἐνὸν παρελθεῖν, ὅπερ ἂν ἐκείνη τῶν φαυλοτάτων κελεύῃ δρᾶν; θεοῦ δὲ λόγος αὐτοῖς οὐδὲ εἷς, οὐδὲ τῶν βεβιωμένων ἀγαθῶν τε καὶ τῶν ἐναντίων ἐλπὶς ἀμοιβῆς. τί οὖν ἀντιβαίνειν ταῖς ἐπὶ τὰς ἀτόπους ἡδονὰς ὀρέξεσι χρὴ καὶ πράγματα ἔχειν, ἃς καὶ μὴ βουλομένους ἀνάγκη ποιεῖν; τίς δ' αὐτοῖς πόνων ἀρετῆς ἐλπίς, οὐδενὸς ἐκ τούτου περιγενομένου τῶν ἀγαθῶν, ὃ μὴ τῶν ἀστέρων ἡ κίνησις διδῷ; δίκην οὖν ἀλόγων, ὅπῃ ἂν ἄγωσι τὰ πάθη, φέρονται, μηδὲν εἶναι τῶν ὁρωμένων πλέον ἡγούμενοι. διόπερ οἱ βίον ταύτην ἀράμενοι θείᾳ προνοίᾳ δυστυχήμασιν ὡς ἐπίπαν