Ancient Greek · ~4 min
Page 199
Joannes Philoponus Phil., De opificio mundi 199
Not analysed yet
περιπίπτουσιν ἐσχάτοις, ὡς καὶ αὐτῶν εἶναι τῶν ἀναγκαίων ἐνδεεῖς, ἵνα ταύτῃ γοῦν τοῦ κακοῦ λαβόντες συναίσθησιν οἶμαι καὶ κόρον τὴν αἰτίαν τῶν δυστυχημάτων αὐτοῖς ἐξομόσωνται καὶ δι' αὐτῶν ἕτεροι τῷ παραδείγματι σωφρονέστεροι γένωνται. κʹ. Ὅτι οὐ τέχνης ἔργον ἐστὶν ἡ γενεθλιαλογία ἀλλὰ τύχης, ἣν οὐ μόνους ἀγνοεῖν ἀνθρώπους ἀλλ' οὐδὲ θεοὺς εἰδέναι φησὶν ὁ Πορφύριος. Ὅτι δὲ καὶ ψευδὴς καὶ οὐδὲ τέχνην ὅλως αὐτὴν ὀνομάζειν χρή, δῆλον ἐντεῦθεν· πᾶσα τέχνη τὰ ἴδια τέλη ὡς ἐπίπαν κατορθοῦσα σπανίαν τὴν ἐν τούτοις ἀπότευξιν ἔχει· τὸ δὲ ἐπέλαττον καὶ σπανίως γινόμενον τύχῃ συμβαίνειν ὁμολογοῦσιν ἅπαντες· ὡς εἴ τις ἀγρὸν σκάπτων φυτείας ἕνεκεν εὕροι θησαυρόν, ἢ λούσασθαι προελθὼν τῷ πάλαι ζητουμένῳ περιτύχοι· ὁποία καὶ ἡ γενεθλιαλογία ἐστί· πλεῖστα γὰρ δῆθεν προλέγουσα καὶ ἐν πᾶσιν ὡς ἐπὶ τὸ πλεῖστον ἀποτυγχάνουσα, ἐν ὀλίγοις ἔσθ' ὅτε καὶ ὀλιγάκις συμφωνοῦντα τοῖς λόγοις ἔχει τὰ πράγματα. τοῦτο δὲ τύχης ὡς εἶπον οὐ τέχνης τεκμήριον· ὅθεν οἱ μετιόντες αὐτὴν τῆς ἀγνοίας αἰσθόμενοι ἄλλοι εἰς ἄλλας τῆς ἀποτεύξεως αἰτίας τρέπονται. καὶ κοινὸν μὲν ἅπασι τό ‘Ἢν δ' ὥρη ψεύσηται, συνεξώλισθεν ἅπαντα’ ἣν εὑρεῖν ἐστιν ἀδύνατον.