Ancient Greek · ~4 min
Page 201
Joannes Philoponus Phil., De opificio mundi 201
Not analysed yet
Εἶτα καὶ τὴν αἰτίαν τοῦ ψεύδεσθαι αὐτοὺς μαντευομένους ἐν τῷ τρίτῳ παρέθετο. ‘παρὰ γὰρ τὴν ἀμαθίαν τῶν καλούντων’ φησί ‘βιαζόμενοι ὑπ' αὐτῶν οἱ θεοὶ παρὰ μοῖραν διὰ τὴν βίαν τῶν ἐπανάγκων ἄκοντες λέγειν τι τῶν ἠγνοημένων αὐτοῖς συνελαύνονται’ κἀντεῦθεν ψευδῆ τὰ μαντεῖα γίνεσθαι. ‘πολλάκις δέ’ φησίν ‘καὶ αὐτὸ τοῦτο προλέγουσιν, ὅτι ψεύσονται· εἶπεν γοῦν ὁ Ἀπόλλων ποτὲ τῆς περιστάσεως τοῦ περιέχοντος πονηρᾶς οὔσης, ὡς ἐδείξαμεν— καὶ αὐτὸ γὰρ τοῦτο τὸ λέγειν τι τῶν ἐσομένων ἢ εἰδέναι αὐτοὺς ἐκ τῆς φορᾶς τῶν ἄστρων ἔχουσιν— ἐν τοιαύτῃ οὖν πονηρᾷ περιστάσει τοῦ περιέχοντος εἰπεῖν τι βιαζόμενος ὁ Ἀπόλλων οὕτως εἴρηκε· Λῦε βίην κάρτος τε λόγων, ψευδηγόρα λέξω. καὶ ἄλλος δέ τις’ φησί ‘κληθεὶς τῶν θεῶν ἔφη· Σήμερον οὐκ ἐπέοικε λέγειν ἄστρων ὁδὸν ἱρήν· Ἕδρανα μαντοσύνης γὰρ ἐν ἄστρασι νῦν πεπέδηται. ἥ τε Ἑκάτη κληθεῖσα ἐν τοιαύτῃ καταστάσει τοῦ περιέχοντός φησιν· Οὐ λαλέω, κλείσω δὲ πύλας δολιχοῖο φάρυγγος· Νυκτὸς γὰρ κέντροις ἀχρειοτάτοις προσελαύνει Τιτηνὶς κερόεσσα θεὴ κακὸν Ἄρη ἰδοῦσα. καὶ πάλιν’ φησί ‘τινῶν εἰπόντων, εἰ καὶ αὐτοὶ οἱ θεοὶ ὑπὸ τὴν εἱμαρμένην εἰσίν, ὅτι φυλάττονται ταῦτα, ἐπήγαγε·