Ancient Greek · ~5 min
Page 202
Joannes Philoponus Phil., De opificio mundi 202
Not analysed yet
*‘Λυέσθω φύσεως δεσμά, ἵνα σοῖσι πίθωμαι. Ὦ κραδίη, τί λέληκας, ἀναλκείῃσι τυπεῖσα; Οὐ ποθέεις μαθέειν, ὅ τε μὴ θέμις ὧδ' ἐρεείνειν; Στῆτε πόθου· παύσασθε βίης τυτθοί περ ἐόντες.’ καὶ ἕτερα πολλὰ τοιαῦτα Πορφύριος παρατίθεται τήν τε βίαν τῶν καλούντων ἀνθρώπων ἐκτραγῳδῶν καὶ τῶν βιαζομένων θεῶν τὴν ἐπὶ τοῖς συμπίπτουσιν ἐκ τῆς συμπλοκῆς τῶν ἄστρων ἄγνοιαν, ὡς καὶ αὐτῶν τῶν θεῶν ὑποκειμένων τῇ γενεθλιαλογίᾳ καὶ ταῖς μοίραις καὶ ὡς ὑπὸ ἀνθρώπων τοῖς ἐπανάγκοις κατίασι βιαζόμενοι, ὡς καὶ αὐτήν ποτε τὴν Ἑκάτην δυσανασχετοῦσαν εἰπεῖν πρὸς τὸν ἐπαναγκάζοντα· Τίπτε μ' ἀεὶ θείοντος ἀπ' αἰθέρος ὧδε χατίζων Θειοδάμοις Ἑκάτην με θεὴν ἐκάλεσσας ἀνάγκαις;’ Ἐγὼ δὲ ταῦτα ἐκ πολλῶν παρεθέμην ὀλίγα πρὸς ἔλεγχον τοῦ μηδὲ τέχνην τὴν γενεθλιαλογίαν ὑπάρχειν, ἀλλὰ δαιμονιώδη καὶ μόνον ἀπάτην μηδὲ αὐτοῖς γιγνωσκομένην τοῖς ἐπιτηδεύουσιν καὶ τοῦ μὴ ἀληθεύειν δι' ἄγνοιαν τοὺς ἐξ αὐτῆς μαντευομένους ἀνθρώπους τε καὶ θεούς· ἐξ ὧν ὁποῖοί τε ἦσαν ἔγνωμεν οἱ τῶν χρηστηρίων προεστῶτες θεοί, καὶ τίς ἡ αἰτία τοῦ ψεύδεσθαι αὐτούς, ὅτι ἡ τῶν βιαζομένων αὐτοὺς γοήτων ἀνάγκη, ἣν οὐ φέροντες ἅπερ οὐκ ᾔδεισαν ἔλεγον, τὸ ψεύδεσθαι ἢ ἀλήθειαν ἀδιάφορον ἔχοντες οὐδὲ τὴν Ὁμήρου ποίησιν αἰδούμενοι λέγοντος·