Ancient Greek
Page 204
Joannes Philoponus Phil., De opificio mundi 204
Not analysed yet
δαίμονες, καὶ τίς ἡ βδελυκτὴ γενεθλιαλογία, ἐξ ἧς οἱ τούτων θεοὶ πλανώμενοι τοὺς ἐρωτῶντας ἐπλάνων ἴσα τοῖς ἐξ αὐτῆς ἐμπορευομένοις ἀγύρταις. καὶ τοῦτο οὖν μέγιστον τῆς τῶν χριστιανῶν εὐσεβοῦς τεκμήριον πίστεως τὸ τὴν θεομισῆ γενεθλιαλογίαν ἀπόμνυσθαι κελεύειν τοῖς προσιοῦσι τῷ δόγματι ὡς ἀλλοτριοῦσαν τοὺς αὐτῇ προσέχοντας τοῦ θεοῦ. λόγος πέμπτος. Καὶ εἶπεν ὁ θεός· ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετηνὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ’. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετηνὸν πτερωτὸν κατὰ γένος. Ὅσα μὲν οὖν ἐχρῆν τὸν ἐπόπτην τῶν θείων λόγων τούτων καὶ τῆς μεγάλης τοῦ θεοῦ σοφίας τῶν ἐν τοῖς ὕδασι γενομένων θαυμάτων μυσταγωγὸν ὑμνῆσαί τε τὸν πεποιηκότα καὶ ἀξίως αὐτὰ διηγήσασθαι, ἡ ἱερὰ καὶ σοφωτάτη Βασιλείου φωνὴ τεθεώρηκέ τε σαφῶς καὶ αὐτάρκως ἐδίδαξεν.