Ancient Greek
Page 205
Joannes Philoponus Phil., De opificio mundi 205
Not analysed yet
αʹ. Διὰ τί μὴ πρότερον τὰ χερσαῖα γέγονε ζῷα καὶ οὕτως ἐπὶ τὰ ἐξ ὕδατος γενόμενα μετῆλθεν ἡ γένεσις· καὶ καθόλου περὶ τῆς τῶν γενομένων ἁπάντων τάξεως, ἐν ᾧ ὅτι τὰ στοιχεῖα μέν ἐστιν ἄψυχα, τὰ δὲ φυτὰ ἔμψυχα. Ἐγὼ δέ, καθὰ τὴν ἀρχὴν ὑπεσχόμην, καὶ τὰ νῦν προσάντη τῆς λέξεως καὶ τῇ φύσει δοκοῦντα μὴ συμφωνεῖν ἀπευθῦναι σπουδάσω καὶ δεῖξαι σοφὴν ὄντως καὶ ἀκόλουθον τοῖς ἤδη γενομένοις καὶ τὴν περὶ τῶν προκειμένων διδασκαλίαν· πρότερον δὲ συνήθως περὶ τῆς τάξεως αὐτῶν δίκαιον εἰπεῖν. τί δήποτε πεπληρωμένης τῆς τῶν οὐρανίων διακοσμήσεως καὶ τῆς βλάστης ἐν τῇ γῇ τῶν φυτῶν γενομένης, μὴ κατὰ τὸ συνεχὲς καὶ τὰ χερσαῖα γέγονε τῶν ζῴων καὶ πεπληρωμένου τοῦ κόσμου τῆς γῆς ἐπὶ τὸ κάτωθεν δεύτερον στοιχεῖον, τὸ ὕδωρ, ἡ δημιουργία μετῆλθε καὶ τρίτον ἐπὶ τούτοις ὁ ἀὴρ διακεκόσμηται τοῖς πτηνοῖς; τὸ γὰρ ἐφεξῆς καὶ ἔσχατον καὶ τῷ ἀέρι συνεχές τε καὶ ἀδιάκριτον, ὃ καλοῦσιν ὑπέκκαυμα εἰς ζῴων ἀνεπιτήδειον ὑπάρχει γένεσίν τε καὶ δίαιταν, διὰ τὴν λεπτομέρειαν αὐτοῦ καὶ τὸ ἄνικμον οὐκ ἀρκοῦν εἰς σωτηρίαν τοῖς ἀναπνέουσιν, δεομένοις διὰ τῆς συνεχοῦς τοῦ ἀέρος εἰσπνοῆς τε καὶ ἐκπνοῆς ἐμψυχεῖν τε τὴν καρδίαν καὶ τὸ ἔμφυτον ἀναρριπίζειν θερμὸν καὶ τὰ λιγνυώδη τούτου περιττώματα διὰ τῆς ἐκπνοῆς ἀποκρίνειν. διὸ καὶ Πλάτων τρία εἶναι τῶν θνητῶν ζῴων τὰ γένη φησὶ τά τε χερσαῖα καὶ τὰ ἔνυδρα καὶ τὰ ἀέρια. νῦν δὲ