Ancient Greek · ~5 min
Page 207
Joannes Philoponus Phil., De opificio mundi 207
Not analysed yet
κἀντεῦθεν ὅτι ἔμψυχα δῆλον τῇ τοιαύτῃ ψυχωθέντα ψυχῇ. αἰσθήσεως δὲ καὶ κινήσεως οὐ μετέχει τῆς κατὰ τόπον οὐδὲ τῶν ἄλλων, οἷς τὰ ζῷα χαρακτηρίζεται. δευτέραν δὲ εἴληφε τῆς γενέσεως τῶν ἐμψύχων τάξιν τὰ ἔνυδρα, ἐπεὶ καὶ αὐτὸ τὸ στοιχεῖον τὸ ὕδωρ μετὰ τὴν γῆν ἐστι δεύτερον· ταῦτα δὲ τελειοτέραν μὲν ἔχει τῶν φυτῶν τὴν ζωήν· αἰσθήσεων γὰρ καὶ τῆς κατὰ τόπον μετέχει κινήσεως, ἀμυδροτέρας δὲ ταύτας πολλῷ τῶν ἀερίων ἔχει, ἐπεὶ καὶ τὸ διαφανές τε καὶ διηχὲς τοῦ ὕδατος καὶ τὸ διοσμὸν ἐλάττω πολὺ τοῦ ἐν ἀέρι διὰ τὴν τοῦ σώματος μὲν τοῦ ἀερίου λεπτομέρειαν, παχυμέρειαν δὲ πολλῷ τοῦ ὕδατος. ἕπεται δὲ τούτοις τὸ καὶ τὴν φαντασίαν τὸ τῶν αἰσθημάτων ἐκμαγεῖόν τε καὶ φυλακτήριον ἀναλόγως ἔχειν ἀμβλυτέραν· ὅτι μὲν γὰρ φαντάζεται καὶ τὰ ἔνυδρα, δῆλον ἐξ ὧν καὶ τόπους ἀμείβει τοῖς καιροῖς ἐπιτηδείους καὶ γνωρίζει τὰ βλάπτοντα καὶ φεύγει. διὰ δὲ τὸ ἀμυδρὸν τῆς φαντασίας ψοφοδεῆ τέ ἐστι καὶ δειλὰ καὶ ἀτίθασα· στέρεται δὲ καὶ φωνῆς, ἥτις τῶν ἐν τῇ φαντασίᾳ παθημάτων ἐστὶν ἐξαγγελτική. λέγουσι δὲ τὰς θαλασσίας καστορίδας τοῖς αἰγιαλοῖς πλησιαζούσας ἀπαίσιον ὠρύεσθαι φωνὴν τοῖς ἀκούουσι θάνατον αὐτοῖς πλησιάζοντα προσημαίνουσαν· ὅπερ εἰ καὶ ἀληθὲς εἴη, οὐκ ἔλεγχος τὸ ἓν γίνεται τοῦ ὅλου. καὶ τὸν σκάρον δέ φασι λαλαγὴν ἀφιέναι τινὰ τοῖς βραγχίοις περιπλεκομένου τοῦ ὕδατος καὶ ψόφον ποιοῦντος. τοιοῦτον δέ