Ancient Greek
Page 208
Joannes Philoponus Phil., De opificio mundi 208
Not analysed yet
τι καὶ τὸν βῶκα πάσχειν, διὸ καὶ τὴν ὀνομασίαν εἴληφε, βόαξ τις ὤν, τοῦ ο καὶ τοῦ α εἰς ω συνῃρημένων, ἐξ ὧν καὶ περισπωμένην ἔχει τὴν προσῳδίαν, καὶ αὐτὴν σύνθετον οὖσαν· φωνὴ δὲ τούτων ἐστὶν οὐδέτερον. Ἐπὶ τούτοις τὰ πτηνὰ γίνεται· ‘ἐξαγαγέτω’ γάρ φησι ‘τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετηνὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ’· ταῦτα δὲ τῶν ἐνύδρων ἐναργεστέρας καὶ τὰς αἰσθήσεις ἔχει καὶ τὰς φαντασίας· καὶ ταῦτα δ' ὅμως κατὰ τὸ πλεῖστον ἀτίθασα, μάλιστά γε ὅσα μετεωροποροῦντα πρὸς ὕψος αἴρεται πολύ. Τὰ δὲ χερσαῖα τῶν ζῴων τῶν ἄλλων ἐστὶ τελειότερα καὶ τὰς αἰσθήσεις καὶ τὴν φαντασίαν ἐναργεστέραν ἔχει καὶ πλησιάζουσαν τῷ λόγῳ· φρόνιμά τε τούτων ἐστί τινα, δόλιά τε ἄλλα καὶ πανοῦργα, καὶ προνοητικὰ τοῦ μέλλοντος, χειροήθη τε πολλὰ καὶ συμβιοτεύοντα τοῖς ἀνθρώποις καὶ τῶν μόχθων αὐτοὺς ἐπικουφίζοντα· ‘ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ’. τί δ' ἄν τις εἴποι περὶ κυνῶν, ὅσην πρὸς τοὺς κεκτημένους στοργήν τε καὶ εὔνοιαν ἔχουσι; πολλοὶ γοῦν καὶ ὑπεραπέθανον τῶν δεσποτῶν τοὺς ἐπιόντας αὐτοῖς ἀμυνόμενοι. ἱστορεῖ δὲ καὶ Φλέγων ἐν τῇ ἑκατοστῇ εἰκοστῇ τετάρτῃ ὀλυμπιάδι, Λυσιμάχου τοῦ Μακεδόνος ἄταφον ἐπὶ πολλὰς ἡμέρας τὸ σῶμα κείμενον ὑπὸ κυνὸς φυλάττεσθαι εἴργοντος τοῦ νεκροῦ τὰ θηρία, μέχρις οὗ Θώραξ