Ancient Greek · ~5 min
Page 209
Joannes Philoponus Phil., De opificio mundi 209
Not analysed yet
ὁ Λαρισαῖος περιτυχὼν αὐτὸν ἔθαψεν. γέγονε δέ τι παράδοξον καὶ ἐπὶ τῶν ἡμετέρων χρόνων καὶ μνήμης ἄξιον καὶ τὴν περὶ αὐτῶν ἱστορίαν τῶν παλαιῶν πιστούμενον· ἠκολούθει τις κύων ὁδεύοντι μόνῳ τῷ δεσπότῃ· λῃστὴς ἐνόδιος τὸν ἄνθρωπον ἀποκτείνας ἔλαθεν. ἔμενεν ὁ κύων ἐπὶ τῷ σώματι συμπάσχων τε καὶ φυλάττων αὐτό. ἕτερος δέ τις ὁδεύων ἰδὼν τὸ σῶμα ταφῇ παρέδωκεν. ἠκολούθησεν ὁ κύων τῷ θάψαντι· ἦν δὲ οὗτος τὸ ἐπιτήδευμα κάπηλος. συνῆν ὁ κύων αὐτῷ διηνεκῶς φυλάσσων τὸ ἐργαστήριον. πάντας τοὺς εἰσιόντας ἐπὶ πότον ὡς οἰκείους ἔσαινεν. χρόνῳ ποτὲ τὸν φονέα συνέβη πιόμενον εἰς τὸ καπηλεῖον ἐλθεῖν. ἐκεῖνον ἐπιγνοὺς ὁ κύων ὑλάκτει καὶ ἐπεπήδα καὶ εἰσελθεῖν οὐκ εἴα τὸν ἄνθρωπον. τοῦτο πολλάκις γινόμενον εἰς ὑποψίαν πολλοὺς θείου κινήματος ἤγαγεν, διὸ συσχεθεὶς εἰς κρίσιν παρεδόθη καὶ τὸ πραχθὲν ὡμολόγησε καὶ δίκην ἔδωκε. καὶ ἐκ συνεθισμοῦ δὲ πολλὰ τῶν ζῴων διδάσκεται πλείονα σπουδαῖά τε καὶ παιγνιώδη· ἵπποι τὰ πολεμικὰ καὶ ἐλέφαντες ἐμελέτησαν· οὕτω τῷ λόγῳ σχεδὸν πλησιάζουσιν. Ἐπὶ τούτοις ἅπασι τὸ τελειότατον ζῷον ἁπάντων ἔσχατος δημιουργεῖται ὁ ἄνθρωπος. ταύτῃ δὲ τῇ τάξει καὶ ἡ τῆς φύσεως πρόεισι γένεσις· κάτεισι μὲν γὰρ ἄψυχον ἐν τῇ μήτρᾳ τὸ σπέρμα, ἐκεῖ δὲ τὴν φυτικὴν λαμβάνει ζωὴν τρεφόμενόν τε καὶ αὐξανόμενον· εἶτα προϊούσης τῆς γενέσεως διαπλάττεται καὶ ψυχοῦται καὶ ζῷον γίνεται· εἶτα τελευταῖον τῆς λογικῆς τυγχά-