Ancient Greek
Page 211
Joannes Philoponus Phil., De opificio mundi 211
Not analysed yet
ὑποβρύχια τίκτονται, καθάπερ οἱ ἰχθύες· —τοὐναντίον δὲ τῶν ἐνύδρων τινὰ ἐν γῇ τίκτει· φῶκαι κροκόδειλοι καρκίνοι· τὰ δὲ πτηνὰ πάντα ἐν γῇ καὶ ἐν ὄρεσι καὶ ἐν ἀέρι δένδρων κορυφαῖς ἐπιβαίνοντα. πλεῖστα δὲ τούτων οὐδὲ προσεγγίζει τοῖς ὕδασι, πολλὰ δὲ καὶ ἐρημονόμα τυγχάνει ὄντα. —μήποτε οὖν, ὡς ἤδη καὶ πρότερον εἶπον ἐξηγούμενος τό ‘γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος’, ἐν τῷ ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν’ καὶ τὸν ἀέρα συμπεριείληφε· τίνι γὰρ οὐκ ἔστι δῆλον, ὅτι οὐδὲν τῶν πτηνῶν ἐξάγει τὰ ὕδατα; Ἀλλ' οὐδὲ τοῦ ἀέρος ἐν τῇ κοσμογονίᾳ μνήμην πεποίηται Μωϋσῆς· οὐδ' ὅλως οἶδε τοῦτο τὸ ὄνομα ἴσως καὶ ὁμωνυμίας ἐπ' ἀμφοῖν οὔσης ἢ παρωνυμίας τινὸς κατὰ τὴν Ἑβραίων γλῶτταν ἢ καὶ διὰ τὸ πολλὴν ὕδατός τε καὶ ἀέρος εἶναι τὴν κοινωνίαν τῆς φύσεως· ὑγρόν ἐστιν ἑκάτερον καὶ χυτόν, διαφανές τε καὶ δίοσμον καὶ διηχές· καὶ δῆλον, ἐξ ὧν ἐπί τινος ἄγρας ἰχθύων καὶ μέγιστον ἅπτουσι πῦρ οἱ ἀγρεύοντες διὰ τούτου ἐπὶ τὰς σαγήνας αὐτοὺς προκαλούμενοι· καὶ πολὺν ἐπὶ τῶν σανίδων ποιοῦσι κτύπον ἐφ' ἑτέρων ἄγρᾳ καὶ κοντοῖς τὸ ὕδωρ πλήττουσιν· ἄλλοι δὲ καὶ δυσώδη δελέατα ἀγκίστροις ἐπί τινων ἰχθύων ἄγρᾳ, οἷον τῶν τριγλῶν, περιβάλλουσι. ῥᾳδίαν δὲ εἰς ἄλληλα τὴν μεταβολὴν τὸ ὕδωρ ποιεῖται καὶ ὁ ἀήρ· εὐχερῶς δὲ καὶ ὁ ἀὴρ ὑπὸ τοῦ πλησιάζοντος ὕδατος ψύχεται καὶ τὸ ὕδωρ ὑπὸ τῆς ἐκείνου ἀλέας θερμαίνεται.