Ancient Greek · ~6 min
Page 212
Joannes Philoponus Phil., De opificio mundi 212
Not analysed yet
γʹ. Τίς ἡ κοινωνία τε καὶ ἡ διαφορὰ ἐνύδρων τε καὶ ἀερίων. Πολλὴ δὲ καὶ τῶν νηκτῶν τε καὶ πτηνῶν ζῴων ἡ κοινωνία. πτερυγωτά ἐστιν ἑκάτερα, δι' ὧν τὰ μὲν ἐν ὕδασι, τὰ δὲ ἐν ἀέρι νήχεται· ἀλλὰ τὰ μὲν ἀέρια πτερὰ μείζονα διὰ τὴν λεπτομέρειαν ἔχει τοῦ ἀέρος, ἵνα ὑπὸ πλείονος ἀνέχηται· τὰ δὲ ἔνυδρα ἐλάττονα διὰ τὴν παχύτητα τοῦ ὕδατος καὶ μάλιστα τοῦ θαλαττίου καὶ ὑμενώδη, ἵνα μὴ διαρρέῃ τὸ ὕδωρ ἀλλ' ἀνέχῃ· καὶ ταῖς οὐραῖς ἀμφότερα πηδαλίῳ χρῆται πρὸς τὴν τοῦ σώματος τῇδε κἀκεῖσε περιαγωγήν. ὑποβρύχια πτηνὰ γίνεται πρὸς ἄγραν τροφῆς καὶ τῶν ἐνύδρων τινὰ τοῖς πτερυγίοις εἰς ἀέρα μετεωρίζεται, ὡς τευθίδες ἱέρακές τε θαλάττιοι καὶ χελιδόνες· ὅταν γὰρ ἴδωσιν μείζονα ἰχθὺν αὐτοῖς ἐπιόντα ἀναπηδῶσιν εἰς τὸν ἀέρα πετόμενοι ἀγεληδόν· διὸ καὶ τοῖς πλοίοις πολλάκις ἐπιπίπτουσιν αἱ τευθίδες, αὐτόματος ἄγρα τοῖς πλέουσι· τῶν ἄλλων γὰρ πλέον εἰς ὕψος αἴρονται. ἑκάτερα ᾠοτοκεῖ τὰ γένη, ὀλίγα τῶν ἐνύδρων ζῳοτοκεῖ, φῶκαι δελφῖνες νάρκαι καὶ ἄλλα· καὶ νυκτερίδες ἐν πτηνοῖς ζῳοτοκοῦσιν. ἐν ἑκατέροις ἐστὶν ἀμφίβια, ἐν πτηνοῖς μέν, ὅσα τὴν ἄγραν ἐξ ὑδάτων ἔχει· καὶ γὰρ ἐν γῇ ταῦτα διαιτώμενα τρέφεται τῇ ἀπὸ τῆς γῆς τροφῇ· τῶν δὲ ἐνύδρων ἐν γῇ διαιτῶνται φῶκαι καρκίνοι πάγουροι κροκόδειλοι ἵπποι ποτάμιοι βάτραχοι· νῆσσαι δὲ πᾶσαι ἐν ἕλεσι καὶ ἀλκυόνες πρὸς αὐτοὺς τῆς θαλάσσης τοὺς αἰγιαλοὺς ἐπῳάζουσιν, κροκόδειλοι δὲ ἐν τῇ γῇ τοῦ ὕδατος ἀνωτέρω· φῶκαι δὲ οὐ μόνον