Ancient Greek
Page 213
Joannes Philoponus Phil., De opificio mundi 213
Not analysed yet
ἐν γῇ ζῳοτοκοῦσιν, ἀλλὰ καὶ τὰ τικτόμενα τρέφουσί τινα χρόνον, ἕως ἂν ἁδρυνθέντα εἰς τὰς τῶν τεκόντων ἡ μήτηρ καταγάγῃ οἰκήσεις τε καὶ διατριβάς· λέγονται δὲ καὶ οἱ ὀσμύλοι καὶ οἱ πολύποδες, εἴ που πλησίον αἰγιαλῶν συκαῖ τύχοιεν, ἐξιέναι τοῦ ὕδατος καὶ ἀνέρποντες ἐπὶ τὰ δένδρα περιπλέκεσθαι τοῖς κλάδοις καὶ τῶν σύκων ἐσθίειν. ἀμφίβιοί εἰσι καὶ ὁ ἡμερόκοιτος ἤτοι ἄδωνις καλούμενος καὶ ἡ θαλασσία σκολόπενδρα· οὐκ ἐπ' ὀλίγον δὲ καὶ αἱ ἐγχέλυες διαζῶσιν ἐν γῇ καὶ ἕτερα πλεῖστα. Διὰ ταῦτα οὖν ἅπαντα κοινὴν εἶναι τὴν γένεσιν τῶν ἐνύδρων τε καὶ τῶν ἀερίων ἐκ τῆς ὑγρᾶς οὐσίας εἴρηκε Μωϋσῆς, ἐπειδήπερ ὡς ἔφην οὐδὲ ὀνόματος ἀέρος οὐδαμοῦ πεποίηται μνήμην, ὕδατος δὲ πολλάκις. Ἔστι γοῦν ἄνωθεν ἀναλαβόντα τὸν περὶ τῶν πτηνῶν λόγον εἰπεῖν οὕτως. δʹ. Ὅτι ἀναγκαίως Μωϋσῆς καὶ τῇ φύσει τῶν πτηνῶν συμφώνως μετὰ τῶν ἐνύδρων αὐτοῖς τὴν γένεσιν ἔδωκεν. Τῶν ζῴων τὰ μὲν ἐν γῇ μόνῃ, τὰ δὲ ἐν ὕδασι μόνοις τὴν διατριβὴν ἔχει, τὰ δὲ ἐν ἀμφοῖν, ὡς τὰ ἀμφίβια· ἐν ἀέρι δέ τινα μόνῳ διάγοντα καὶ μὴ κοινωνοῦντα γῆς ἢ ὕδατος εὑρεῖν ἀδύνατον. κοινωνοῦσι δὲ τὰ πτηνὰ κατὰ τὸ πλεῖστον τοῖς νηκτοῖς, ἐν οἷς ἀπηριθμησάμην, ἐπ' ἔλαττον δὲ τοῖς πεζοῖς τῷ τε πόδας ἔχειν ὡς ἐκεῖνα καὶ εἶναι διὰ τοῦτο καὶ πεζὰ καὶ τῷ ἀναπνεῖν καὶ φωνὴν ἔχειν. ἐπεὶ οὖν οὐκ ἦν αὐτῶν