Ancient Greek
Page 22
Joannes Philoponus Phil., De opificio mundi 22
Not analysed yet
χιλιάδας ἀπώλεσε· καὶ ἄλλα πλεῖστα τῆς αὐτῶν παραστατικὰ γνώσεώς τε καὶ δυνάμεως αἱ θεῖαι διηγοῦνται γραφαί. ὥσπερ γὰρ δι' ὕδατος μὲν τοὺς ἐπὶ Νῶε, διὰ πυρὸς δὲ τοὺς Σοδομίτας τῇ φυσικῇ δυνάμει τῶν στοιχείων ἀπώλεσε καὶ τοὺς Ἀσσυρίους ῥάβδον ὀνομάσας τῆς ὀργῆς αὐτοῦ· ‘τὴν ὀργήν μου’ φησίν, ‘εἰς ἔθνος ἄνομον ἀποστελῶ’, οὕτω καὶ τῇ δυνάμει τῶν ἀγγέλων, ἣν ἐξ αὐτοῦ λαβόντες ἔχουσι, τοὺς μὲν τιμωρεῖται, τοὺς δὲ σῴζει. ‘παρεμβαλεῖ γὰρ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτοὺς’ καὶ ‘τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου’. Εἰ δὲ τηλικαύτης ἠξίωνται δυνάμεως ὑπὸ θεοῦ, οὐκ ἄρα σώματα τῶν ἀγγέλων εἰσὶν αἱ οὐσίαι. χείρονες γὰρ ἔσονται καὶ τῶν ἀλόγων ζῴων αἰσθήσεις ἐχόντων καὶ φαντασίαν καὶ φυτῶν ζωῆς μετεχόντων. ἀλλ' ἢ οὐδ' ὅλως εἰσὶ σώματα ὅπερ, ἐμοί γε δοκεῖ καὶ μικρὸν ὕστερον δείξομεν, ἢ ἀσώματοι τὴν οὐσίαν ὄντες ὀργανικὰ περίκεινται σώματα, καθάπερ καὶ ἡ ἡμετέρα ψυχή· καὶ οὕτω δὲ πάλιν θνητοὶ ἔσονται διὰ τὸ σῶμα θνητὸν ἔχειν ἐκ στοιχείων φθαρτῶν συνεστὸς ὡς καὶ ἡμεῖς. οὐ γὰρ ἔξεστι λέγειν τισίν, ὅτι τὸ σῶμα τούτων ἀθάνατον ἐποίησεν ὁ θεός. οὐδὲ γὰρ ὅτι θνητὸν οὐδ' ὅτι ἀθάνατον οὐδ' ὅτι σῶμα ὅλως ἢ εἰσὶν ἢ περί-