Ancient Greek · ~4 min
Page 21
Joannes Philoponus Phil., De opificio mundi 21
Not analysed yet
πειν ὁ κύριος ἐμαρτύρησεν, ἥτις ἐστὶν ἡ μεγίστη καὶ πασῶν ὑπερέχουσα γνῶσις, ὅτι ἂν σημαίνῃ τὸ πρόσωπον. ἀλλὰ καὶ ἐπιστατεῖν καὶ ἄρχειν ἐθνῶν ἐκελεύσθησαν. ‘ἔστησεν γὰρ ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ’. καὶ ἄρχοντά τινα Περσῶν ἄγγελον καὶ Ἑλλήνων εἴρηκεν ἕτερον. καὶ ἀρχιστράτηγος δέ τις δυνάμεως κυρίου εἰς συμμαχίαν ἐν ἀνθρώπου μορφῇ Ἰησοῦ τῷ τοῦ Ναυῆ παραγέγονεν. ταῦτα δὲ οὐ σωματικῆς ἐστι φύσεως, ἀλλ' ἀσωμάτου καὶ λογικῆς οὐσίας καὶ νοερᾶς ὑπηρετούσης τοῖς θείοις ἑκουσίως προστάγμασι. ‘δυνατοὶ γὰρ ἰσχύϊ’ φησὶ ‘ποιοῦντες τὸν λόγον αὐτοῦ’. Ἀλλὰ καὶ αἱ πρός τινας ἀνθρώπους αὐτῶν ἐντυχίαι καὶ ἐπιφοιτήσεις τὴν ἔνθεον αὐτῶν δύναμίν τε καὶ ἐπιστήμην δεικνύουσι. διὸ Ζαχαρίαν μὲν ἀπιστήσαντα τοῖς λόγοις αὐτοῦ ποινὰς μέχρι τῆς ἐκβάσεως αὐτῶν τὴν σιωπὴν Γαβριὴλ εἰσεπράξατο· τὴν δὲ παρθένον διαπορουμένην τὸν τρόπον ἐδίδαξε τῆς συλλήψεως. Τί δ' ἄν τις εἴποι περὶ τῆς αὐτῶν ὑπερβαλλούσης δυνάμεως; διὰ γοῦν τὸ καταριθμῆσαι Δαυὶδ τὸν λαὸν ὀργισθέντος θεοῦ εἷς ἄγγελος ἐν βραχεῖ χρόνῳ χιλιάδας ἑβδομήκοντα τοῦ λαοῦ κατέβαλεν. διὰ δὲ τὴν Ἐζεκίου πρὸς θεὸν δέησιν ὁμοίως τῶν περικαθημένων τὴν Ἱερουσαλὴμ Περσῶν πάλιν ἑκατὸν ὀγδοήκοντα πέντε