Ancient Greek
Page 220
Joannes Philoponus Phil., De opificio mundi 220
Not analysed yet
ἐπεξήγησις τοῦ ‘ἑρπετά’ τό ‘ψυχὰς ζώσας’· Σύμμαχος δέ· ‘ἑρπετὸν ψυχὴν ζῶσαν’ τουτέστιν ὅπερ ἐστὶ ψυχὴ ζῶσα. δῆλον δὲ ὅτι ἀπὸ τοῦ κυριωτέρου μέρους τὸ ὅλον ψυχὴν ὠνόμασεν· ἔθος γὰρ τῇ γραφῇ τοῦτο, οἷόν ἐστι τὸ εἰσεληλυθέναι ἐν ἑβδομήκοντα πέντε ψυχαῖς τὸν Ἰακὼβ εἰς Αἴγυπτον. καὶ ἐν ταῖς πράξεσιν· ‘ἦμεν δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑβδομήκοντα ἕξ’. καὶ τὸ κοινὸν δὲ ἔθος ἐπιρρεπὲς εἰς τοῦτο. ἐκ τούτων δὲ δῆλον, ὅτι θνητὰς οἶδε τὰς τῶν ἀλόγων ψυχάς, εἴπερ τὰ ὕδατα καὶ τὴν γῆν αὐτὰς ἐξάγειν κελεύει, ὡς δίχα σωμάτων εἶναι μὴ δυναμένας· ἐπὶ γοῦν τῶν ἀνθρώπων οὐδὲν εἴρηται τοιοῦτον, ὡς εἰσόμεθα ἐκεῖσε γενόμενοι. ὥσπερ δὲ ἐπὶ τῶν φωστήρων εἰπών ‘καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους’ μετελθὼν ἐπὶ τὸ πλῆθός φησι· ‘καὶ τοὺς ἀστέρας’ οὕτω καὶ νῦν εἰπών· ‘καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα’ ἀριθμὸν τούτων οὐκ εἰρηκώς—πολλὰ γάρ εἰσι καὶ τὰ γένη τούτων καὶ τὰ ὑφ' ἕκαστον γένος ἄτομα—μετελθὼν ἐπὶ τὸ λοιπὸν τῶν ἐνύδρων πλῆθός φησιν· ‘καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν’· ἀκολούθως γὰρ τῷ ‘ζῴων’ γενικωτέρῳ ὄντι ἐπήγαγε τό ‘ἑρπετῶν’, ὅπερ ἐστὶν εἰδικώτερον· εἰ γάρ ἐστι καί τινα τῶν ἐνύδρων ὑπόποδα, ἅπερ ἐστὶν ἀμφίβια καὶ ἐν γῇ βαδίζει, ἀλλὰ πᾶν ἕρπει ἐν ὕδασιν. ‘Καὶ εὐλόγησεν αὐτὰ ὁ θεὸς λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα