Ancient Greek
Page 221
Joannes Philoponus Phil., De opificio mundi 221
Not analysed yet
ἐν ταῖς θαλάσσαις καὶ τὰ πετηνὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς’. θʹ. Ὅτι εὐλόγως ἐπὶ τῶν φωστήρων οὐκ εἴρηται τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε’, καὶ ὅτι οὐκ ἐκ τούτου ἄφθαρτα δείκνυται τὰ οὐράνια. Διὰ τί μὲν τοῖς οὐρανίοις οὐκ εἶπεν ὁ θεός· ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὸν οὐρανόν’, παντὶ νομίζω δῆλον ὑπάρχειν, ἐπεὶ μὴ φυσικὴν αὐτοῖς ἔδωκεν ἐξ ἀλλήλων διαδοχήν, φθοράν τε καὶ γένεσιν, ἀλλ' ἔμεινεν, οἷα καὶ ὅσα παρήγαγεν αὐτὰ τὴν ἀρχὴν ὁ θεός, αὐξήσεως χωρὶς ἢ μειώσεως. καὶ μηδεὶς αὐτὰ λεγέτω διὰ τοῦτο καὶ ἄφθαρτα, Πλάτωνος δὲ λέγοντος ἀκουέτω· ‘παντὶ γενομένῳ φθορὰ ἔπεστι ἐξ ἀνάγκης’ καί ‘χρόνος δ' οὖν μετ' οὐρανοῦ γέγονεν, ἵν' ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται’ καί ‘ἐπείπερ ἐγένεσθε, ἄλυτοι μὲν οὐκ ἐστέ, οὐδὲ ἀθάνατοι τὸ πάμπαν· τὸ γὰρ δεθὲν ἅπαν λυτόν’. εἰ δὲ φθείρειν αὐτὰ βούλοιτο θεὸς ἢ μεταβάλλειν εἴς τι κρεῖττον διά τινας λόγους ἀγνοουμένους ἡμῖν, ὥσπερ τὴν γένεσιν αὐτοῖς ἀθρόαν ἔδωκε καὶ χρόνου χωρίς, οὕτω καὶ τὴν φθορὰν παρέξει πάντως· μόνου γὰρ τοῦ τὸν δεσμὸν εἰδότος εἰδέναι καὶ τὴν λύσιν ἔστι, οὗ συνέδησε κατὰ Πλάτωνα, ἢ εἰ μὴ λῦσαι δύναται τὸν κόσμον, οὐδὲ συνέδησε τοῦτον· εἰς τοῦτο γὰρ αὐτοῖς ἡ περὶ τοῦ ἄναρχον εἶναι τὸν κόσμον σπουδὴ