Ancient Greek
Page 223
Joannes Philoponus Phil., De opificio mundi 223
Not analysed yet
διείργοντας ἡμᾶς τὸ θῆλυ τοῦ ἄρρενος, τοῖς δὲ φυτοῖς αὐτόματος ἡ προβολὴ τῶν καρπῶν, οἵτινες τῶν ἐσομένων εἰσὶ σπέρματα, διὸ καὶ ἐπισχεῖν τὴν ἔκφυσιν αὐτῶν οὐχ ἡμέτερον, εἰ μὴ βλάβη τις ἐκ τοῦ περιέχοντος συμπέσῃ. καὶ τὰ μὲν μετὰ συναισθήσεως ἔχει τὴν ὄρεξιν καὶ ἐπὶ τὴν γονὴν ἑκόντα φέρεται, τὰ δὲ φυτὰ οὐκέτι, αἰσθήσεως ἀμοιροῦντα καὶ κινήσεως. καὶ μήποτε τοῦτο δηλοῦν ἐθέλει τό ‘εἰς ψυχὴν ζῶσαν’· οὐχ ὡς πρὸς ἀντιδιαστολὴν μὴ ζώσης ψυχῆς, ἀλλὰ τὴν αἰσθητικὴν ζωὴν ζῶσαν εἴρηκε ψυχήν· ταύτην γὰρ οὐ ζῇ τὰ φυτά· ἢ ἴσως καὶ αὐτὸ τὸ προσὸν εἴρηται τῇ ψυχῇ, οὐ πρὸς ἑτέρου ἀντιδιαστολήν, ὡς γάλα λευκὸν καὶ μέλι γλυκὺ καὶ πικρὸν ἀψίνθιον. διὰ τοῦ εἰπεῖν οὖν· ‘αὐξάνεσθε καὶ πληθύνεσθε’ τὴν ὁρμὴν καὶ ἔφεσιν τῆς ἐξ ἀλλήλων διαδοχῆς αὐτοῖς παρέσχεν, ἣν οὐκ ἔχει τὰ φυτά. τὸ μὲν οὖν ‘αὐξάνεσθε’ ἐπὶ τῆς κατὰ τὸ μέγεθος εἴρηται τελειότητος, τὸ δέ ‘πληθύνεσθε’ ἐπὶ τοῦ κατ' ἀριθμὸν πλήθους· πολλὰ γάρ ἐστι τὰ καθ' ἕκαστον εἶδος ἄτομα. εἰ μὴ ἄρα ἐκ παραλλήλου κεῖται τὸ αὐξάνεσθαι τῷ πληθύνεσθαι· τέλειον γὰρ ἀπ' ἀρχῆς ἕκαστον γέγονε· δύναται δὲ καὶ ἐπὶ τῆς φυσικῆς αὐτῶν διαδοχῆς εἰρῆσθαι τοῦτο. Εὐλογίαν δὲ ἡ γραφὴ καλεῖν εἴωθεν οὐ ψιλὸν ἁπλῶς τὸ καλῶς λέγειν τινά, ἀλλὰ τὸ συνέσεσθαι πράγμασιν αὐτοῖς τῷ εὐλογουμένῳ τὰ ὑπὸ τῶν λόγων δηλούμενα· διὸ καὶ ἐπὶ δαψιλείᾳ πραγμάτων ἐπιγιγνομένων, ἃ μὴ πρότερον ἦν, συνεχῶς εὑρίσκεται, ἣν καὶ κυρίως ἄν τις εὐλογίαν εἴποι μὴ ψευδομένην τοῖς πράγμασιν.