Ancient Greek
Page 224
Joannes Philoponus Phil., De opificio mundi 224
Not analysed yet
‘Καὶ εἶπεν ὁ θεός· ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. <καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος> καὶ τὰ κτήνη κατὰ γένος καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος· καὶ εἶδεν ὁ θεὸς ὅτι καλά’. ιαʹ. Ὅτι τό ‘ψυχὴν ζῶσαν’ ἀπὸ τοῦ κρείττονος μέρους τὸ ὅλον ζῷον ἐδήλωσε· καὶ ὅτι ἐν ἀρχῇ τῆς κοσμοποιΐας ἅμα τῷ θείῳ νεύματι τέλειον ἕκαστον ὑπέστη. Κἀνταῦθα τό ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν’ ἀπὸ μέρους τὸ ὅλον ζῷον <ἐδήλωσεν>· οὐ γὰρ ἀκουστέον ὡς προϋπαρχουσῶν ἐν τῇ γῇ τῶν ἀλόγων ψυχῶν, περὶ ὧν νῦν ὁ λόγος· οὐδὲ γὰρ εἶναι ὅλως σωμάτων δύνανται χωρὶς ἐν αὐτοῖς καταδεδυκυῖαι καὶ ἐπιγιγνόμεναι τούτοις καὶ συμφθειρόμεναι· καὶ γὰρ ἐν τῇ φυσικῇ γενέσει τὰ μὲν ἄψυχα εἴδη, οἷον τὰ μεταλλικά, χαλκὸς χρυσός, καὶ τῶν λίθων αἱ διαφοραί, σμάραγδος ὑάκινθος, τῇ ἐπιτηδειότητι τῆς κράσεως τῶν ὑποκειμένων σωμάτων εὐθὺς ἐπιγίγνονται· ἐπὶ δὲ τῶν ἐμψύχων τῇ κράσει μὲν τῶν στοιχείων τὰ ὁμοιομερῆ συνίσταται, τούτοις δὲ ἡ τῶν ὀργανικῶν σύνθεσίς τε καὶ διάπλασις ἕπεται, ταύτῃ δὲ ἡ ψύχωσις· μήπω γὰρ τῶν ὀργάνων οἷς χρήσεται διαπεπλασμένων μάτην ἔσται