Ancient Greek
Page 226
Joannes Philoponus Phil., De opificio mundi 226
Not analysed yet
ἐστι ποηφάγα. πάντα δὲ κοινῶς τὰ θηρία καὶ τὰ κτήνη τετράποδά ἐστι καὶ οὔτε δίπουν οὐδέν ἐστι τούτων οὔτε τῶν πετηνῶν τετράπουν· ἐμπόδιον γὰρ εἰς πτῆσιν τὸ τῶν ποδῶν πλῆθος· καὶ τοὺς δύο γὰρ ἔσχε διὰ τὸ ἐν γῇ βαδίζοντα συλλέγειν τὴν τροφήν· τὰ γὰρ ἐν ὕδασι τούτων τρεφόμενα τοῖς ποσὶ νήχεται. νυκτερὶς δὲ καὶ μόνη τετράπους, ἥτις μικτήν τινα τὴν φύσιν ἔχει ἐκ πτηνῶν τε καὶ χερσαίων· τετράπουν τε γάρ ἐστι καὶ τοῖς χθονίοις ἔοικε μυσὶ καὶ περὶ τὴν γῆν διατρίβει καὶ ταύτῃ χθόνιον εἶναι δοκεῖ· ἀλλ' ἱπτάμενον οὐ καθαρῶς ἐστι πτηνόν· ὑμένες γάρ εἰσι, δι' ὧν ἵπταται, καὶ οὐχὶ πτίλα, ὡς τὰ τῶν πτηνῶν· ἀλλὰ καὶ ζῳοτοκεῖ ὡς τὰ χερσαῖα. ἑρπετὰ δὲ ποῖά ἐστιν ἔφθην εἰπών. τοιαῦτα δέ ἐστι τὸ ὀφιῶδες ἅπαν γένος, ἄποδα γάρ ἐστι· διόπερ οὐδὲ σκορπίους οὐδὲ σαύρας οὐδὲ σαλαμάνδρας οὐδὲ τοὺς χερσαίους κροκοδείλους οὐ<δὲ> χαμαιλέοντας οὐδὲ τὰ τούτοις ὅμοια τοῖς ἑρπετοῖς συγκαταλέγειν εὔλογον· εἰ δέ τινα καὶ πλείοσι χρῆται ποσίν, ὡς ὁ ἴουλος, ἀλλ' ἐκ τοῦ πλείονος τετράποδα κέκληται πάντα. Διεξελθὼν δὲ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ κτήνη ὁ προφήτης, ὥσπερ συναίρεσιν πάντων ποιούμενος ‘καὶ πάντα’ φησίν ‘τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος’ κοινῶς ἑρπετὰ πάντα καλέσας· ηὕρηται γὰρ καὶ παρ' Ἕλλησιν ἐπὶ παντὸς ζῴου καὶ μέχρι τῶν πτηνῶν τὸ ἑρπετὸν παρὰ τὸ ἕρπειν, τουτέστι κινεῖσθαι, οὐ παρὰ τὸ ἐρείπειν τὸ πίπτειν, ἐξ οὗ τὰ ἄποδα καὶ ἐπὶ γαστέρα εἰλυσπώμενα ἑρπετὰ κέκληται. καὶ θηρία