Ancient Greek
Page 227
Joannes Philoponus Phil., De opificio mundi 227
Not analysed yet
δὲ κοινῶς πάντα τὰ ἄλογα καλοῦσι καὶ μέχρι τῶν πτηνῶν πρὸς ἀντιδιαστολὴν τῶν λογικῶν οἷς μάλιστα πρέπει τὸ κοινωνικόν τε καὶ ἥμερον. ιγʹ. Ὅτι συμφθείρονται τοῖς σώμασι τοῖς ἰδίοις αἱ τῶν ἀλόγων ψυχαί. Ὅτι δὲ συμφθείρονται τῶν ἀλόγων ζῴων αἱ ψυχαὶ τοῖς σώμασι, συντόμως ὡς πρὸς τὸ παρὸν ἐρῶ· οὐδεμίαν γὰρ ἐνέργειαν χωριστὴν ἔχουσι σωμάτων, ἀλλὰ πᾶσαι περὶ μόνον τὸ σῶμα στρέφονται· τροφή τε γὰρ καὶ αὔξησις καὶ ἡ κατὰ τόπον κίνησις οὐδενὸς ἑτέρου ἐστὶν ἢ σώματος· αἵ τε αἰσθητικαὶ δυνάμεις ἅπασαι τῆς σωτηρίας προνοοῦνται τοῦ σώματος· ἁφὴ μὲν γὰρ θερμῶν οὖσα καὶ ψυχρῶν ἀντιληπτική, ξηρῶν τε καὶ ὑγρῶν, τραχέος καὶ λείου, σκληροῦ καὶ μαλακοῦ καὶ τῶν συστοίχων τούτοις, αἱρεῖσθαι μὲν διδάσκει τὰ σῴζοντα, φεύγειν δὲ τὰ ἀνιῶντα καὶ βλάπτοντα· πάλιν ἡ γεῦσις χυμῶν οὖσα διακριτικὴ μέγιστα τῇ τροφῇ λυσιτελεῖ, διδάσκουσα καὶ αὐτὴ τὰ ἐδώδιμα καὶ τὰ μὴ τοιαῦτα· ἡ ὄσφρησις τῶν ὀσμῶν ἐστι κριτήριον· καὶ γὰρ τούτων αἱ μὲν ὠφελοῦσιν, ἃς αἱρούμεθα, αἱ δὲ βλάπτουσι φανερῶς, ἃς φεύγομεν· τοῖς δὲ κατὰ τόπον κινουμένοις, εἰ μὴ παρῆν ἡ ὄψις, ὀλέθρου ἂν αὐτοῖς ἡ κίνησις αἰτία ἦν· καὶ ἡ ἀκοὴ πάλιν οὐδενὸς ἢ ψόφων ἀντιλαμβάνεται ἀπὸ συγκρούσεως ἐν ἀλλήλοις γινομένης σωμάτων. Εἰ οὖν πᾶσα δύναμις καὶ ἐνέργεια τῶν ἀλόγων ψυχῶν περὶ αὐτὰ μόνα τὰ σώματα στρέφεται, οὐκ ἂν αὐτῶν ἐκτὸς ὑποστῆναι δυνήσεται· μάτην γὰρ ἂν ἦν