Ancient Greek
Page 229
Joannes Philoponus Phil., De opificio mundi 229
Not analysed yet
νέντος ὁ λόγος ἐδόκει· ἐπὶ γὰρ τῶν ἰχθύων τὸ ἔργον ὑποβρύχιόν ἐστιν οὐ φαινόμενον· διὰ δὲ τοῦ λόγου σημαίνεται τὸ ἔργον. ἴσως δὲ καὶ <τὸ> ἐπὶ τῶν ἰχθύων καὶ πτηνῶν εἰρημένον ἀπὸ κοινοῦ πᾶσι προσυπακούεσθαι βούλεται. λόγος ἕκτος. ‘Καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν’. ΑΚΥΛΑΣ ‘καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον ἐν εἰκόνι ἡμῶν καὶ καθ' ὁμοίωσιν ἡμῶν’. ΘΕΟΔΟΤΙΩΝ ‘καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον ἐν εἰκόνι ἡμῶν ὡς ἐν ὁμοιώσει ἡμῶν’. ΣΥΜΜΑΧΟΣ ‘καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον, ὡς εἰκόνα ἡμῶν καθ' ὁμοίωσιν ἡμῶν’. αʹ. Διὰ τί ἐπὶ μόνης τῆς τοῦ ἀνθρώπου γενέσεως τοσαύτη γέγονεν ὅσον ἐπὶ τῷ σχήματι τοῦ λόγου διάσκεψις, καίτοι καὶ κάλλει καὶ ῥώμῃ σώματος καὶ πολυχρονιότητι λειπομένου πλείστων. Ἐφ' ἑκάστου μὲν τῶν τοῦ κόσμου μερῶν, τοῦ τε φωτὸς καὶ τοῦ στερεώματος καὶ τῶν φωστήρων, ἁπλῶς