Ancient Greek
Page 228
Joannes Philoponus Phil., De opificio mundi 228
Not analysed yet
κατὰ μηδεμίαν ἑαυτῆς δύναμιν ἐνεργῆσαι δυναμένη σωμάτων ἀπουσίᾳ. οὐδὲν δὲ μάτην ποιεῖ ὁ θεὸς οὐδὲ ἡ τούτῳ ὑπηρετοῦσα πρὸς τὴν γένεσιν τῶν σωμάτων φύσις. οὔτε προϋπάρχειν ἄρα σωμάτων τὰς ἀλόγους ψυχὰς οὔτε τῶν σωμάτων φθειρομένων ὑπομένειν τῶν ἐνδεχομένων ἐστίν. ιδʹ. Διὰ τί μὴ καὶ <ἐπὶ> τῶν ἀπὸ γῆς ζῴων εἴρηται τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε’. Ἐζήτησεν δὲ Ὠριγένης ἐνταῦθα, διὰ τί μὴ καὶ ἐπὶ τῆς γενέσεως εἴρηται τῶν ἀπὸ γῆς ζῴων, ὡς καὶ ἐπὶ τῆς ἐκ τῶν ὑδάτων τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν’· καὶ ἀπορήσας καλῶς εἰς ἀλληγορίας ἐτράπετο. ὃ δ' ἐμοὶ πρὸς τοῦτο ὑποπίπτει, τοιοῦτόν ἐστιν· ἐπὶ μὲν τῶν προτέρων ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετηνὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ’ καὶ μία μὲν αὐτῶν παρεδόθη ἡ γένεσις· οὐ πάντα δὲ μίαν ἔχει τὴν διατριβήν· τὰ μὲν γὰρ ἐν ὕδασι, τὰ δὲ ἐν γῇ μάλιστα τὴν διαγωγὴν ἔχει. διεῖλεν οὖν αὐτοῖς τὰς χώρας τοῖς μὲν εἰπών· ‘πληρώσατε τὰ ὕδατα’, τοῖς δέ· ‘πληθυνέσθωσαν ἐπὶ τῆς γῆς’. ἐπὶ δὲ τῶν χερσαίων ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν, θηρία καὶ ἑρπετὰ καὶ κτήνη’· καὶ τούτων εὐθὺς ἐπεπλήρωτο ἡ γῆ· καὶ ἐπὶ τῶν φυτῶν ὁμοίως· ‘ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον’ καὶ ἅμα τῇ βουλήσει τοῦ θεοῦ πᾶσα ἡ γῆ τούτοις ἔθαλλεν. περιττὸς οὖν τοῦ ἔργου φα-