Ancient Greek · ~5 min
Page 231
Joannes Philoponus Phil., De opificio mundi 231
Not analysed yet
δέ ἐστιν ἡ τούτου φύσις, ὅτι καὶ αὐτὸς ὁ τῶν ὅλων δημιουργὸς καλεῖσθαι λόγος ἠξίωσεν. βʹ. Ὅτι οὐδέν ἐστι τεκμήριον δεῖξαι δυνάμενον, ὡς ἔμψυχά ἐστι τὰ οὐράνια, οὐδὲ μαρτύριον τῆς ἁγίας γραφῆς, ἐξ οὗ ὅτι μηδὲ συνυπέστησαν οἱ ἄγγελοι οὐρανῷ καὶ γῇ συναποδείκνυται. Εἰ δέ τισι τῶν ἡμετέρων ἔδοξεν ἔμψυχά τε καὶ λογικὰ εἶναι καὶ τὰ οὐράνια, πρῶτον μὲν διὰ τί μὴ ἐπ' ἐκείνων εἴρηταί τι τῶν τοιούτων, μηδ' ὅτι ‘κατ' εἰκόνα καὶ ὁμοίωσιν’ τοῦ δημιουργήσαντος αὐτὰ γέγονεν; ἀλλ' οὐδὲ τὸ πολυχρόνιον ἐκείνων ἐστὶ τούτου τεκμήριον· καὶ γὰρ ἀδάμας καὶ λίθων πολλοὶ τῶν τιμωμένων μάλιστα παρ' ἡμῖν τῶν ἀνθρωπίνων σωμάτων εἰσὶ πολυχρονιώτεροί τε καὶ δυσπαθέστεροι· Ἐννέα τε γενεὰς ζώει λακέρυζα κορώνη Ἀνδρῶν φθινόντων, ἔλαφος δέ <τε> τετρακόρωνος, Τρεῖς δ' ἐλάφους ὁ κόραξ. οἱ δὲ ἐλέφαντες μετὰ τοσούτου μεγέθους τε καὶ δυνάμεως καὶ πολλῷ τῶν ἀνθρώπων ὑπάρχοντες πολυχρονιώτεροι, εἴκουσιν ὅμως αὐτοῖς καὶ ὑποχείριοι γίνονται· διὸ καὶ πάντων ἐστὶ διὰ τὴν λογικὴν οὐσίαν ἡ τῶν ἀνθρώπων φύσις τιμιωτέρα καὶ αὐτῷ πλησιαιτέρα τῷ θεῷ. Ἀλλ' οὐδὲ ὡς ἔμψυχα τὰ οὐράνια δεικνύειν ἕξει τις, ἵνα καὶ λογικὴν ἔχειν αὐτὰ ψυχὴν συγχωρήσωμεν· εἰ γὰρ ἐκ τῶν ἀπὸ ψυχῆς ἐνεργειῶν τὰ ἔμψυχα διακρίνομεν τῶν ἀψύχων, ποία τις ἐνέργεια τῶν οὐρανίων