Ancient Greek · ~6 min
Page 232
Joannes Philoponus Phil., De opificio mundi 232
Not analysed yet
ἔμψυχα δείκνυσιν αὐτά; ἡ μὲν γὰρ φυσικὴ τῶν σωμάτων κίνησις, τῶν βαρέων φημὶ καὶ τῶν κούφων, ὥρισται τῶν μὲν κάτωθεν ἄνω, τῶν δὲ τοὔμπαλιν ἄνωθεν φερομένων κάτω, ἡ δὲ ἀπὸ ψυχῆς ἐνυπάρχουσα τοῖς ζῴοις καθ' ὁρμὴν αὐτῆς οἰκείαν καὶ ὄρεξιν γίνεται τῆς φαντασίας ἐπεγειρούσης τὰ κινητικὰ τῶν ζῴων μόρια. διὸ καὶ οὐκ ἀεὶ ἡ αὐτή, ἄλλοτε δὲ ἄλλη, πρὸς τὴν ἐκείνων ὄρεξίν τε καὶ χρείαν ἡ κίνησις· ἐπὶ δὲ τῶν οὐρανίων οὐκέτι σημεῖον οὐδὲν τοῦ κατὰ προαίρεσιν ψυχικὴν τὴν ἐγκύκλιον αὐτῶν γίνεσθαι κίνησιν· κύκλῳ γὰρ καὶ τὸ ὑπέκκαυμα κινεῖται καὶ ὁ τούτῳ πλησιάζων ἀήρ, καὶ ὅτι μὴ βίᾳ, δεδείχαμεν ἐν ἑτέροις. ἀλλ' οὐδὲ τὸ κινεῖσθαι ὑπ' αὐτῶν τὰ τῇδε ταῖς ἐκείνων ψυχαῖς ἀποδοτέον, ἀλλὰ μόνῃ τῇ τῶν σωμάτων αὐτῶν συγκράσει καὶ τῇ πλησιότητι καὶ ἀποστάσει τῶν παρ' ἡμῖν· διὰ τί γὰρ αἱ ἐξ ἀλλήλων ἀποστάσεις αὐτῶν καὶ αἱ σύνοδοι, ἡλίου τε καὶ σελήνης, καὶ αἱ τῶν πλανωμένων εἰς τὰ ζῴδια ἐπεμβάσεις τὰς τοῦ παρ' ἡμῖν ἀέρος ποιοῦσι μεταβολάς; ἅπερ οὐ ψυχικῆς ἐστιν ἔργα δυνάμεως, μόνης δὲ τῆς κατὰ ποιότητα· καὶ γὰρ τὰ στοιχεῖα ποιεῖ φανερῶς εἰς τὰ ἡμέτερα σώματα θερμαίνοντά τε καὶ ψύχοντα· φωτίζει δὲ καὶ τὸ πῦρ, ὡς ἥλιος καὶ σελήνη καὶ οἱ ἀστέρες. καὶ αὐτὴ δὲ μόνη τῶν σωμάτων ἡ κίνησις θερμαίνει τὸ ἐν ἡμῖν ἀναζωπυροῦσα θερμὸν καὶ ῥῶσιν τῷ ὅλῳ ποιεῖ· ‘κίνησις γὰρ κρατύνει’ φησὶν Ἱπποκράτης ‘ἀργίη τήκει’.