Ancient Greek · ~5 min
Page 236
Joannes Philoponus Phil., De opificio mundi 236
Not analysed yet
ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς’. ‘ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν’· οὐ γὰρ προφορικὸν λόγον τὸν ἅμα τῷ προελθεῖν λυόμενον τῷ θεῷ περιάπτειν θέμις· οὐδὲ τὸ ἀποστέλλεσθαι τοῦ προφορικοῦ ἐστι λόγου. εἰ δὲ μὴ τοῦτο, τί ἂν ἕτερον ὁ τοῦ θεοῦ λόγος ὑπάρχοι, πλὴν οὐσία θεοῦ πάντως ἐξ αὐτοῦ προεληλυθυῖα τοῦ γεννήσαντος αὐτὸν θεοῦ καὶ πατρός; Καὶ ἐπὶ τοῦ ἁγίου πνεύματος ὁμοίως· οὐχ οἷον τὸ ἀέριον τὸ ἐξ ἡμῶν ἐκπνεόμενον, ἀλλ' ὁμοίως καὶ αὐτὸ θείαν οὐσίαν φησὶ τὴν δημιουργικὴν δύναμιν ἔχουσαν. πολὺς δέ ἐστι περὶ τοῦ ἁγίου πνεύματος ἐν τῇ παλαιᾷ λόγος· ‘ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν· ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς’. καὶ πάλιν· ‘οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας’. καὶ ὁ Δαυίδ· ‘καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με’. ‘πνεῦμα γὰρ ἅγιον σοφίας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας’. Καὶ περὶ τοῦ σωτῆρος ὁ Ἱερεμίας· ‘πνεῦμα πρὸ προσώπου ἡμῶν χριστὸς κύριος, οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσι’· τοῦτο δὲ τίνι ἄλλῳ παρὰ τὸν σαρκωθέντα τοῦ θεοῦ λόγον ἁρμόσει, ὃς καὶ διὰ τοῦτο Χριστὸς ἐκλήθη; ‘ἔπινον γὰρ ἐκ