Ancient Greek · ~4 min
Page 237
Joannes Philoponus Phil., De opificio mundi 237
Not analysed yet
πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός’. καὶ πάλιν ὁ Δαυίδ· ‘εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου’. Καὶ Μωϋσῆς ὡς ἀπὸ τοῦ θεοῦ· ‘δεῦτε καταβάντες συγχέωμεν τὰς γλώσσας αὐτῶν’· τὸ γάρ ‘δεῦτε’ προστακτικὸν οὐ συγχωρεῖ, ὡς ἐφ' ἑνὸς ἑαυτοῦ πληθυντικὸν λέγειν τὸν θεὸν τό ‘καταβάντες’ καὶ τό ‘συγχέωμεν’· ἀλλὰ πρὸς τοὺς ἐξ αὐτοῦ ὁ λόγος, οἷς πληθυντικῶς ἑαυτὸν συμπαρείληφεν· ὁ γὰρ προστάσσων ἑτέροις προστάσσει. πάλιν εἰπών, ὦφθαι τὸν θεὸν τῷ Ἀβραὰμ ἐν τῇ δρυῒ καθημένῳ τῇ Μάμβρῃ, ἐν τρισὶν ἀνδράσι τὴν ὀπτασίαν τοῦ θεοῦ γεγονέναι φησίν. Εἰ οὖν ἐκ πάντων τούτων καὶ ἄλλων πλειόνων τὰ τρία τῆς θεότητος πρόσωπα καὶ ἡ παλαιὰ φαίνεται γραφὴ διδάσκουσα, τὸ ἄρα ‘ποιήσωμεν’ καὶ τό ‘κατ' εἰκόνα ἡμετέραν’ τὰ σπέρματα τῆς ἀκριβοῦς θεολογίας ἄνωθεν τοῖς νοεῖν δυναμένοις τε καὶ ἀξίοις προκατεβάλετο Μωϋσῆς καὶ οἱ μετ' αὐτὸν προφῆται, περὶ ὧν οὐ καιρὸς ἐκτείνειν. τὸν δὲ πληθυντικὸν τοῦτον τῶν προσώπων ἀριθμὸν καὶ <αἱ> ἄλλαι σαφέστερον ἐκδόσεις ἡρμήνευσαν. ‘Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.’