Ancient Greek
Page 243
Joannes Philoponus Phil., De opificio mundi 243
Not analysed yet
σημαίνει τό ‘κατ' εἰκόνα’· τοῦτο γὰρ ὀλίγων ἐστὶ καὶ τῶν κατὰ Παῦλον λέγειν δυναμένων· ‘ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός’ καί ‘μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ’. ηʹ. Ὅτι τό ‘κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν’ ἐκ παραλλήλου ὁ Παῦλος ἤκουσεν ἐπὶ τῆς κατ' ἀρετὴν πρὸς τὸν θεὸν ἐξομοιώσεως. Ταῦτα μὲν οὖν, εἰ διάφορος σημασία τοῦ ‘κατ' εἰκόνα’ καὶ τοῦ ‘καθ' ὁμοίωσιν’· ἔοικε δὲ ὁ ἀπόστολος ἐκ παραλλήλου ταῦτα λαβεῖν, οὐ πρὸς τὸ ἄρχειν τῶν ἐπὶ γῆς, ἀλλὰ πρὸς τὸ διὰ βίου θεοφιλοῦς ὁμοιοῦσθαι θεῷ καὶ εἰκόνα τῆς ἀγαθότητος αὐτοῦ φέρειν ἐπὶ τῆς γῆς· τοῦ σωτῆρος γὰρ εἰπόντος· ‘ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους’ καὶ πάλιν· ‘γίνεσθε οὖν οἰκτίρμονες καὶ τέλειοι, καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστὶ καὶ τέλειος’, Παῦλος πρὸς Κολοσσαεῖς φησιν οὕτως· ‘νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργὴν θυμὸν κακίαν βλασφημίαν αἰσχρολογίαν, ἐκ τοῦ στόματος ὑμῶν. μὴ ψεύδεσθε εἰς ἀλλήλους ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν’. καὶ πρὸς Ἐφεσίους πάλιν· ‘ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρω-