Ancient Greek
Page 244
Joannes Philoponus Phil., De opificio mundi 244
Not analysed yet
πον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας’, ἐξ οὗ καὶ ὅτι μὴ σωματικὴ ἡ εἰκὼν πρόδηλον, καὶ ἑτέρωθι πάλιν· ‘ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ κύριος ἐξ οὐρανοῦ. οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί· οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου’. εἰς ταὐτὸν ἄρα ὁ Παῦλος τό ‘κατ' εἰκόνα’ καὶ τό ‘καθ' ὁμοίωσιν’ εἴληφεν αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν κατὰ Χριστὸν ζωήν. ὅτι δὲ κατ' εἰκόνα θεοῦ ἐστι καὶ καθ' ὁμοίωσιν ὁ δι' εὐζωίας θεὸν μιμούμενος, ἐδήλωσε καὶ ὁ Δαυὶδ εἰπών· ‘ἄνθρωπος ἐν τῇ τιμῇ ὢν οὐ συνῆκε, παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς’· ἐκπεσὼν γὰρ διὰ φαυλότητα βίου τῆς τοῦ θεοῦ ὁμοιώσεως ὡμοιώθη τοῖς κτήνεσιν, ὧν τὴν ζωὴν ἐμιμήσατο. θʹ. Ὅτι Θεόδωρος κατ' εἰκόνα θεοῦ γεγονέναι φησὶ τὸν ἄνθρωπον, ἵνα τῷ περιέπειν αὐτὸν πᾶσα ἡ κτίσις τιμᾷ τὸν θεόν, ὡς καὶ διὰ βασιλικῆς εἰκόνος τιμᾶται ὁ βασιλεύς· καὶ ἔλεγχος ὡς ἀτόπου τῆς ὑποθέσεως καὶ εἰς ἑλληνισμὸν ἀγούσης. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον· ὁ δὲ χρηστὸς Θεόδωρος πολλαχοῦ προφάσεις ἐπὶ ταῖς κατὰ τοῦ δεσπότου