Ancient Greek · ~5 min
Page 247
Joannes Philoponus Phil., De opificio mundi 247
Not analysed yet
τούτων ἐστὶν οἷς συγχρώμεθα ἢ εἰς τροφὴν ἢ εἰς μόχθων κοινωνίαν· τὰ πλεῖστα δὲ λυσιτελεῖ τὸ παράπαν ἡμῖν οὐδέν· πολλὰ δὲ τούτων οὐδέ, εἰ ἔστιν ὅλως, γιγνώσκομεν ἐν ἐρήμοις καὶ θηριώδεσιν ἢ ἀπλώτοις ὄντα θαλάσσαις. ιʹ. Καὶ ὅτι τὸν Χριστόν φησι Θεόδωρος ἕνα ὄντα ἐξ ἡμῶν εἰς οὐρανὸν ἀναγαγεῖν τὸν θεόν, ἵνα τε ὑψηλὸς ὢν ὑπὸ πάσης προσκυνῆται τῆς κτίσεως καὶ ἵνα μὴ ὑπὸ τῶν ἐναντίων ἐπιβουλεύηται δυνάμεων· καὶ ἔλεγχος τῆς ἀσεβοῦς ταύτης ὑπονοίας. Ἐπὶ πλέον δὲ τὴν βλασφημίαν ἐκτείνων Θεόδωρος καὶ εἰς αὐτὸν ἤγαγε τὸν δεσπότην Χριστὸν οὐ θεὸν ἐνανθρωπήσαντα λέγων αὐτὸν κατὰ τό· ‘ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν’ καὶ πάλιν· ‘ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὑτοῦ γενόμενον ἐκ γυναικὸς γενόμενον ὑπὸ νόμον’ καί ‘ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος’. ταῦτα καὶ μυρία τούτων ἐναργέστερα Θεόδωρος κατὰ νώτου βαλών ‘ἀκριβέστερον’ φησίν ‘ὁ θεὸς τὰ τῆς εἰκόνος ἡμῖν διασῶσαι βουλόμενος ἄνθρωπον ἐξ ἡμῶν ἕνα λαβὼν ἀθάνατόν τε καὶ ἄτρεπτον ποιήσας εἰς οὐρανὸν ἀνήγαγεν ἑαυτῷ συνάψας, ἵνα μὴ μόνον εἰς ὕψος τυγχάνων παρὰ πάσης προσκυνῆται τῆς κτί-