Ancient Greek
Page 248
Joannes Philoponus Phil., De opificio mundi 248
Not analysed yet
σεως, ἀλλὰ γὰρ καὶ κατὰ πάντα φοβερός τε καὶ ἀνεπιβούλευτος ᾖ τοῖς ἐναντίοις ἅτε μηδεμίαν παρατροπὴν ἢ ἀλλοίωσιν ὑπομένειν οἷός τε ὤν’. πόθεν ταῦτα λαβὼν ἔχει Θεόδωρος, εἰ μὴ ἐκ τοῦ πρὸς αὐτὸν εἰπόντος τὸν δεσπότην Χριστόν· ‘εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω’; ὑπενόει γὰρ ὁ πειράζων, ὡς εἰ τοῦτο ποιεῖν τολμήσειεν, ἐλέγχεται μὴ ὤν, ὅπερ εἶναί φησιν, ἀληθινὸς υἱὸς τοῦ θεοῦ· τὸ γὰρ ἐπικάλυμμα τῆς σαρκὸς αὐτὸν ἠπάτα. ἐξ οὗ καὶ Θεόδωρος εἰπεῖν ἐτόλμησεν, ὅτι τὸν ἄνθρωπον, ὃν ἔλαβεν ἐξ ἡμῶν ὁ θεός, ἀνήγαγεν εἰς οὐρανὸν διὰ δύο αἰτίας, μίαν μέν, ἵνα ὑψηλὸς ὢν ὑπὸ πάσης προσκυνῆται τῆς κτίσεως ὁρατῆς τε καὶ ἀοράτου, τὸ κατ' εἰκόνα θεοῦ γεγονέναι δεικνὺς ἀκριβῶς· καίτοι γε πρὸ αὐτοῦ ἐνδιαίτημα τῶν ἀγγέλων ὁ οὐρανὸς εἶναι λέγεται, ὃ καὶ Θεοδώρῳ δοκεῖ· ἑτέραν δέ, ἵνα φοβερὸς ὢν διὰ τὸν τόπον ὑπὸ τῶν ἐναντίων δυνάμεων ἀνεπιβούλευτος μείνῃ· καίτοι ἐν γῇ ὄντος ἔτι τοῖς αὐτοῦ μαθηταῖς ὑπεχώρουν οἱ δαίμονες καὶ ὑπετάττοντο διὰ τὸ πρὸς αὐτοὺς τοὺς μαθητὰς εἰρηκέναι τὸν Χριστόν· ‘ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ’. ἐν τούτοις δὲ Θεόδωρος καὶ ἐπ' αὐτὴν τὴν θείαν οὐσίαν τὴν βλασφημίαν διέτεινεν, εἴπερ ἐδεήθη ὁ θεὸς προσφύγιον τῷ ἀνθρώπῳ δοῦναι τὸν οὐρανόν, ἵνα μὴ βλαβῇ ὑπὸ τῶν ἐναντίων δυνάμεων, τῶν ἐν τῇ γῇ λίαν ὑποτρεμόντων αὐτῶν καὶ λεγόντων· ‘τί ἡμῖν καὶ σοὶ Ἰησοῦ, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;’ πῶς