Ancient Greek · ~5 min
Page 253
Joannes Philoponus Phil., De opificio mundi 253
Not analysed yet
συνέχειαν ἐπήγαγε· ‘καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ καὶ τῶν ἐπὶ γῆς ἁπάντων’ διὰ τούτων τό, πῶς ἔφη κατ' εἰκόνα, δηλώσας. σὺ δὲ τοῖς φανερῶς εἰρημένοις πολεμεῖς ἀναιδῶς. ιβʹ. Ὅτι κατασκευάζων τὸ πᾶσιν ὁμολογούμενον, ὅτι ἐπὶ μόνου τοῦ ἀνθρώπου τό ‘κατ' εἰκόνα’ εἴρηται, παράγει τό ‘ἀνὴρ οὐκ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων’ οὐ νοήσας τὸ εἰρημένον. Εἶτα ὡς ἠγνοηκότος τινός, ὅτι περὶ μόνου τοῦ ἀνθρώπου τό ‘κατ' εἰκόνα’ εἴρηται, κατασκευάζων τοῦτο περιττῶς καὶ τὸ τοῦ ἀποστόλου παράγει μαρτύριον· ‘ἀνήρ’ φησίν ‘οὐκ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων’ ὡς δὴ περὶ ἀνδρῶν καὶ μόνων εἰρηκότος τοῦ θεοῦ τό ‘ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν’, ὅπερ οἱ μεθ' ὑπερβολῆς ἰδιῶται νομίζουσιν, [τὸ] ἐπὶ μόνων τῶν ἀνδρῶν τό ‘ἄνθρωπος’ λέγεσθαι· ὅτι δὲ κοινῶς ἐπὶ πάσης ἡμῶν τῆς φύσεως εἴρηται, δῆλον ἐξ αὐτῶν τῶν τοῦ προφήτου ῥημάτων· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ ηὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς