Ancient Greek
Page 252
Joannes Philoponus Phil., De opificio mundi 252
Not analysed yet
δὲ κατὰ τὸ νοερόν, γέλωτος μεστὰ σαφῶς ἀποφθεγγόμενοι’. τὰ δὲ σά, βέλτιστε, γέλωτος μὲν οὐδαμῶς, τῶν Ἱερεμίου δὲ θρήνων ὡς ἀληθῶς ἐστιν ἄξια εἰς τοσαύτην βλασφημίαν τοὺς σοὶ πειθομένους ἐξάγοντα. πῶς οὖν οἴεται τὰ εἰρημένα τοῖς πρὸ αὐτοῦ γέλωτος εἶναι ἄξια; ‘εἰ περὶ μόνου τοῦτο’ φησίν ‘εἴρηται τοῦ ἀνθρώπου, ἰδίαν τινὰ τῆς προσηγορίας προσῆκεν εἶναι τὴν αἰτίαν· ἀλλ' οὔτε τὸ νοερὸν μόνον, οὔτε τὸ λογικὸν ἀνθρώπων—τοιαύτας γὰρ εἶναι καὶ τὰς ἀοράτους φαμὲν δυνάμεις—οὐ μὴν οὐδὲ τὸ ἀρχικόν· καὶ γὰρ καὶ τοῦτο ταῖς ἀοράτοις προσὸν ὁρῶμεν δυνάμεσιν’. Ἀλλ' εἴπομεν ἤδη καὶ δι' αὐτῶν τῶν πραγμάτων ἐδείξαμεν, ὡς οὐχὶ σὺν τῷ κόσμῳ γεγόνασιν αἱ τῶν ἁγίων ἀγγέλων τάξεις, ἀλλ' προϋπέστησαν ἐναργῶς· μόνου δὲ τοῦ αἰσθητοῦ κόσμου τὴν γένεσιν παρέδωκε Μωϋσῆς, ἐν ᾧ μόνος τῶν ἐγκοσμίων ὁ ἄνθρωπος τῆς λογικῆς καὶ νοερᾶς ἠξίωται ψυχῆς· διὸ καὶ μόνος τῶν ἐγκοσμίων ἐστὶ κατ' εἰκόνα θεοῦ καὶ μόνος ἄρχει τῶν ἐπὶ τῆς γῆς πάντων, τῇ τοῦ θεοῦ προστάξει καὶ τῇ τοῦ λόγου δυνάμει πάντα ποιῶν ἑαυτῷ ὑποχείρια. ἄγγελοι δὲ τούτων οὐκ ἄρχουσιν, ἀλλὰ τῶν ἰδίων ταγμάτων, ὡς οἱ τούτων ἡγεμόνες ἀρχάγγελοι ἢ ἄλλος ἄλλου τινὸς ἔθνους κατὰ τό· ‘ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ’. κἀντεῦθεν, ὅτι μὴ πάντες ἄρχουσι δῆλον, ὡς ἐπὶ τῶν ἀνθρώπων κοινόν ἐστι τό· ‘καὶ ἀρχέτωσαν’· τῶν γὰρ ἀγγέλων οἱ μὲν ἄρχουσιν, οἱ δὲ ἄρχονται· μετὰ δὲ τὸ εἰπεῖν τὸν θεόν ‘κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν’ εὐθὺς κατὰ