Ancient Greek
Page 255
Joannes Philoponus Phil., De opificio mundi 255
Not analysed yet
οἷόν τε ἦν κατά τι τούτων λέγεσθαι εἰκόνα τὸν ἄνθρωπον, ὧν δὴ μέτεστι πολλοῖς τῶν γεγονότων’; ἀλλ' οὔτε περὶ τῶν ἁγίων ἀγγέλων εἴρηται οὔτε περὶ τῶν ἀποστατικῶν δυνάμεων τό ‘καὶ ἀρχέτωσαν τῶν ἐνύδρων ζῴων καὶ τῶν χερσαίων καὶ τῶν ἀερίων’, ἀλλὰ περὶ μόνων ἀνθρώπων· μόνοι γὰρ τῶν ἐγκοσμίων ζῴων εἰσὶ λογικοί, οἱ δὲ ἄγγελοι οὐ σὺν τῷ κόσμῳ γεγόνασι· τίνων μὲν οὖν ἄρχουσιν οὗτοι, φθάσαντες εἴπομεν· αἱ δὲ ἀποστατικαὶ δυνάμεις τῶν πνευματικῶν τῆς πονηρίας τῶν συναποστατῶν αὐτοῖς ἄρχουσι, καί ‘κοσμοκράτορες τοῦ σκότους’ εἰσὶ τοῦ παρόντος αἰῶνος, περὶ οὗ καὶ ὁ κύριος εἶπεν οὐκ εἶναι ἐκ τοῦ κόσμου τούτου οὐδὲ τοὺς ἑαυτοῦ μαθητὰς καὶ ὅτι ‘ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν’. ἄρχουσι δὲ τῶν ἄλλων τοῦ θεοῦ δημιουργημάτων οὐδενὸς οὐδὲ τῶν ἐνύδρων ζῴων καὶ τῶν πτηνῶν καὶ τῶν χερσαίων, ὧν ὁ ἄνθρωπος ἄρχειν ἐτάχθη· οὔτε γὰρ τῶν στοιχείων ἄρχουσιν οὔτε τῆς ἡμέρας καὶ τῆς νυκτός, ὡς οἱ φωστῆρες, οὔτε τινὸς ἄλλου τὴν ἀρχὴν ἔσχον, ὧν καὶ οἱ ἄγγελοι ἄρχουσι. τί οὖν σὺ παρέλκεις ἐξ ὁμωνυμίας ἐπὶ τὰ μὴ προκείμενα τὸν λόγον; μόνος γὰρ τῶν τοῦ κόσμου μερῶν ὁ ἄνθρωπος κατ' εἰκόνα τοῦ θεοῦ γέγονε καὶ καθ' ὁμοίωσιν. Θεόδωρος δὲ τοῖς εἰρημένοις προστίθησιν ὡς ἀκόλουθα καὶ ταῦτα, ὡς οὐκ ἴδιον [ὂν] τοῦ ἀνθρώπου τὸ ἄρχειν. τὸ μὲν ἁπλῶς ἄρχειν οὐκ ἴδιον ἀνθρώπου· οὐδὲ γὰρ καὶ ἀγγέλων ἄρχει καὶ φωστήρων καὶ αὐτοῦ