Ancient Greek
Page 256
Joannes Philoponus Phil., De opificio mundi 256
Not analysed yet
τοῦ οὐρανοῦ· ἀλλ' ὧν ἄρχειν ἐκελεύσθη, μόνος τῶν ἐν τῷ κόσμῳ γενομένων ἄρχει, ἐπεὶ καὶ μόνος τούτων λογικόν ἐστι ζῷον· εἰπὼν δὲ τό· οὐκ ἴδιον ἀνθρώπου τὸ ἄρχειν— ιδʹ. Ὅτι καλῶς διορισάμενος μίαν αἰτίαν εἶναι δεῖν, καθ' ἣν μόνος ἄνθρωπος κατ' εἰκόνα γέγονε τοῦ θεοῦ, οὐδὲν αὐτὸς μόνου ἀνθρώπου παρείληφεν ἴδιον. ‘ὅθεν’ φησί ‘δῆλον ἡμῖν, ὅτι μίαν τινὰ προσῆκεν τὴν αἰτίαν εἶναι, καθ' ἣν οὗτος οὕτω προσηγόρευται μόνος, ἧς οὐδὲν μετέχει τῶν γεγονότων’. τοῦτο καὶ ἡμᾶς ἐπισημειουμένους μεμνῆσθαι δεῖ καὶ σκοπεῖν, εἰ ἁρμόζουσιν αἱ παρ' αὐτοῦ ἀποδιδόμεναι αἰτίαι μόνῳ τῷ ἀνθρώπῳ· οὐ φαίνεται γὰρ οὐδὲν μόνου ἀνθρώπου λέγων ἴδιον· ἄρχεται δὲ λοιπόν, πῶς εἰκών ἐστι τοῦ θεοῦ καὶ ὁμοίωσις ὁ ἄνθρωπος λέγειν. ‘δέδωκεν αὐτῷ’ φησίν ‘ἀπὸ τοῦ κτίζειν ἅπερ οὖν πρόσεστι τῷ δημιουργῷ τῶν ἁπάντων, ὧν μίμησιν ἔχει κατὰ πολὺ λειπομένην τοῦ θείου’. εἶτα ὡς δή τι λέγων ἀπόρρητον, ὅσον διενήνοχε τῆς τῶν ἀνθρώπων ἡ τοῦ θεοῦ δημιουργία προσεπάγει· ‘ἄνθρωπος δὲ ποιεῖ μὲν τὰ οὐκ ὄντα, φέρων τι τῆς θείας μιμήσεως ἐν τούτῳ· καὶ γὰρ καὶ οἰκίαν καὶ ναῦν καὶ πόλιν καὶ τεῖχος καὶ λιμένα καὶ βάθρον καὶ κλίνην καὶ πᾶν, ὅτι δήποτε οὖν μικρόν τι καὶ μέγα ἐργάζεται, ποιῶν τὸ μὴ πρότερον ὄν· φύσεις δὲ παράγειν οὐδαμῶς οἷός τε καθέστηκεν’.