Ancient Greek
Page 265
Joannes Philoponus Phil., De opificio mundi 265
Not analysed yet
θεοῦ καὶ ὁμοίωσιν γενέσθαι τὸν ἄνθρωπον τίθησι ταύτην. ‘δύο’ φησί ‘δυνάμεις ὑπάρχουσι τοῦ θεοῦ καὶ πατρός, ὅ τε θεὸς λόγος καὶ υἱός, καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὁμοούσιον μὲν οὐχ, ὁμοίαν δὲ τὴν ἐκ τοῦ πατρὸς ἔχοντες πρόοδον. δύο δὲ καὶ τῆς ψυχῆς ἡμῶν αἱ δυνάμεις ὅ τε λόγος καὶ ἡ ζωή, καθ' ἣν αὐτή τε ἡ ψυχὴ ζῇ καὶ τὸ σῶμα ζῳοποιεῖ’. τῆς δὲ διαφόρου ἐκ τοῦ θεοῦ καὶ πατρὸς ἀμφοῖν προόδου, ἐξ ὧν ὁ μὲν υἱός, τὸ δὲ πνεῦμα προσαγορεύεται, τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐκ θεοῦ γεγονότας διαφόρῳ τρόπῳ ὑπόδειγμα λαμβάνει. Ἀλλ' ἡ μὲν ζωτικὴ δύναμις, ἐροῦμεν, καθ' ἣν ζωοῦται τὰ σώματα, οὐκ ἐπὶ μόνων ἐστὶ τῶν λογικῶν ζῴων, ἀλλὰ καὶ ἐπὶ τῶν ἀλόγων καὶ ἐπὶ τῶν φυτῶν, ἐξ ἧς καὶ τὰ τούτων ζῳοποιεῖται σώματα. κοινὸν οὖν πάλιν καὶ οὐκ ἀνθρώπων μόνων τοῦτό ἐστιν ἴδιον, μόνου δὲ ἀνθρώπου σὺ προλαβὼν ἔφης ἴδιον εἶναι δεῖν, καθ' ὃ γέγονε κατ' εἰκόνα θεοῦ καὶ ὁμοίωσιν. εἰ δὲ καταδράμοις ἐπὶ τὸ λογικόν, ὑπομνήσθητι τῶν σῶν, καὶ ὡς ἐμέμψω τοῖς κατὰ τοῦτο τὸν ἄνθρωπον εἰρηκόσι κατ' εἰκόνα γεγονέναι θεοῦ· ‘λογικοὶ γάρ’, ἔφης, ‘καὶ οἱ ἄγγελοι καὶ οὐκ ἄνθρωποι μόνοι’. Τὸ δὲ τῆς γενέσεως διάφορον τοῦ Ἀδὰμ καὶ τῆς Εὔας οὐκ ἔστι τοῦ κατ' εἰκόνα ὑπόδειγμα· τοῦτο μὲν γὰρ ἐπὶ πάντων ἐστὶν ἀνθρώπων, ὁ δὲ διάφορος τῆς γενέσεως τρόπος ἐπὶ μόνων Ἀδὰμ καὶ Εὔας, οὐδενὸς δὲ τῶν ἐξ ἐκείνων μέχρι καὶ νῦν· πᾶς δὲ ἄνθρωπος κατ' εἰκόνα θεοῦ γέγονε· τοῦτο δὲ ὅμοιον, ὡς εἰ καὶ πολλοὺς γενέσεως τρόπους τῶν νῦν ζῴων κατηριθμεῖτό