Ancient Greek
Page 266
Joannes Philoponus Phil., De opificio mundi 266
Not analysed yet
τις, ὅτι τὰ μὲν ζῳοτοκεῖ, τὰ δὲ ᾠοτοκεῖ, τὸ δὲ σκωληκοτοκεῖ, τὰ δὲ αὐτομάτως ἐξ ἰλύος ἢ σήψεώς τινων γίνεται σωμάτων, ἅπερ οὐ καιρὸς ἀριθμεῖν τε καὶ φυσιολογεῖν. εἰ δὲ πρὸς τὴν διάφορον ἐκ τοῦ θεοῦ καὶ πατρὸς πρόοδον τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἴρηται, οὐδὲν ἔχει τοῦτο πρὸς τὸ νῦν ζητούμενον, Γρηγορίῳ λεχθὲν εὐκαίρως. Οὐδὲν ἄρα καινὸν ἐξεῦρεν Θεόδωρος οὐδὲ ἀληθές, διὸ κατ' εἰκόνα θεοῦ γεγονέναι τὸν ἄνθρωπον εἶπε Μωϋσῆς, εἰ μή, ὅσα τοῖς πρὸ αὐτοῦ εἰρημένα καλῶς σκώψας πρότερον ὡς ἴδια νῦν λέγειν ἔδοξε. μάτην οὖν ἀνακεφαλαιοῦσθαι τὰ οἰκεῖα μέλλων ὡς ἐπὶ καινοῖς εὑρήμασιν ἀλαζονεύεται ἀνακεφαλαιοῦσθαι λέγων αὐτὰ διὰ τὸ μὴ διαφυγεῖν τῶν ἐντυγχανόντων τὴν αἴσθησιν, διὰ τὴν τῶν ἐννοιῶν καινότητα ὑφορώμενος οὐ σφόδρα συνᾳδουσῶν, φησί, τοῖς παρὰ τῶν πλείστων κατὰ τοῦτο ῥηθεῖσι τῆς γραφῆς τὸ μέρος. ἠλέγχθη δὲ φανερῶς μηδέ, ἐν οἷς ἐκαινοτόμησεν, ἀληθές τι λέγων ἢ μόνων ἀνθρώπων ἴδιον ἢ τῇ θείᾳ γραφῇ καὶ τοῖς πράγμασι σύμφωνον, καὶ ἐν οἷς τι γέγραφεν ἀληθές, τὰ τῶν πρὸ αὐτοῦ σφετερισάμενος. Τῆς τοιαύτης τοίνυν μόλις ἀπαλλαγέντες ὀχλήσεως, ἣν διὰ τοὺς ἐξ ἀγνοίας ἀπατωμένους εἰς αὐτὸν ἠνάγκασμαι διεξελθεῖν, ἐπὶ τὰ λοιπὰ τῆς κοσμογονίας τοῦ μεγάλου Μωϋσέως μέτειμι. ‘Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.’