Ancient Greek
Page 269
Joannes Philoponus Phil., De opificio mundi 269
Not analysed yet
Ὁ δὲ Σύμμαχος ‘ἐν εἰκόνι διαφόρῳ’ φησί, τῷ διαφόρῳ ἤτοι τῷ ἐξαιρέτῳ καὶ κρείττονι παρὰ τὰ λοιπά, ἢ τῷ παρὰ τὰ λοιπὰ πάντα διενηνοχότι καὶ ἐξηλλαγμένῳ, ὅπερ ἐπεξηγούμενος ἐπήγαγεν· ‘ὄρθιον ὁ θεὸς ἔκτισεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἔκτισεν αὐτούς’· τὰ γὰρ λοιπὰ πάντα κάτω νένευκε καὶ κέκλιται ἐπὶ γῆν. καὶ μηδεὶς ἐντεῦθεν τὸ κατ' εἰκόνα θεοῦ τὸ σωματικὸν σχῆμα νοείτω· ἅπαξ γὰρ τῶν ἑβδομήκοντα τό ‘κατ' εἰκόνα’ εἰπόντων ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν’, Ἀκύλας καὶ Θεοδοτίων τό ‘κατ' εἰκόνα’ δεύτερον ἐπανειλήφασιν, Ἀκύλας μέν ‘ἔκτισεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, ἐν εἰκόνι θεοῦ ἔκτισεν αὐτόν’, Θεοδοτίων δέ· ‘καὶ ἔκτισεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, ἐν εἰκόνι θεοῦ ἔκτισεν αὐτόν’. ἄλλο οὖν ἐστὶ τό ‘ἐν εἰκόνι αὐτοῦ’, ὃ τοῖς ἑβδομήκοντα παραλέλειπται, καὶ ἄλλο τό ‘ἐν εἰκόνι θεοῦ’, τὸ μὲν ἐπὶ τῆς σωματικῆς μορφῆς, τὸ ἐν εἰκόνι αὐτοῦ, τουτέστιν αὐτοῦ μόνου ἰδίᾳ, καὶ οὐχ ἑτέρου τινὸς ζῴου κοινῇ, —τὸ γάρ ‘αὐτοῦ’ καὶ ἀντὶ μόνου παρείληφεν ἡ τῶν Ἑλλήνων χρῆσις—τὸ δὲ ἐπὶ τῆς πρὸς τὸν θεὸν ὁμοιώσεως· καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ὁ Σύμμαχος σαφῶς ἐδήλωσεν· ἀντὶ γὰρ τοῦ ‘ἐν εἰκόνι αὐτοῦ’ ‘ἐν εἰκόνι διαφόρῳ’ φησὶν τοῦ ‘διαφόρῳ’ τὴν εἰρημένην ἡμῖν μικρῷ πρότερον ἔννοιαν ἔχοντος. παραλέλειπται οὖν τῷ μὲν Συμμάχῳ τό ‘ἐν εἰκόνι θεοῦ’, τοῖς δὲ ἑβδομήκοντα τό ‘ἐν εἰκόνι αὐτοῦ’. ‘Καὶ ἐποίησεν <ὁ> θεὸς τὸν ἄνθρωπον· κατ'