Ancient Greek
Page 270
Joannes Philoponus Phil., De opificio mundi 270
Not analysed yet
εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς’. ιθʹ. Ὅτι κοινῶς ἐπὶ ἄρρενος καὶ θήλεος τὸ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ὡς ἐπὶ μόνου τοῦ λόγου καὶ οὐ κατὰ τὴν σωματικὴν εἴρηται μορφήν. Ἑνικῶς εἰπών· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν’ πληθυντικῶς κατὰ διαίρεσιν ἐπήγαγεν· ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς’ δεικνύς, ὅτι τὸ μὲν κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν κοινὸν ἐπ' ἀμφοῖν τοῦ ἄρρενος καὶ τοῦ θήλεος ὡς ἐπὶ μιᾶς εἴρηται οὐσίας· καὶ γὰρ εἷς ὁ ὅρος ἐφ' ἑκατέρου γένους, τὸ ζῷον λογικὸν θνητόν. κοιναὶ δὲ καὶ αἱ ἀρεταὶ ἀνδρῶν καὶ γυναικῶν καὶ ἡ πρὸς θεὸν ἐξομοίωσις. τὰ δὲ τοῦ σωματικοῦ σχήματος εἰς ἄρρεν καὶ θῆλυ διῄρηται, ὁπότε τὰ παιδουργὰ μόρια ἀμφοῖν τὰ αὐτὰ εἶναί φασιν ἰατρῶν παῖδες ἀντεστραμμένως, τήν τε ὑστέραν φημὶ καὶ τὸν ὀχεόν. κἀντεῦθεν οὖν δῆλον, ὅτι μὴ κατὰ τὴν σωματικὴν μορφὴν τό ‘κατ' εἰκόνα’ εἴρηται ‘καὶ καθ' ὁμοίωσιν’ ἀλλὰ κατὰ τὴν τοῦ λογικοῦ φύσιν καὶ τὰς τούτου δυνάμεις, δι' ὧν ὡς εἶπον κατ' ἀρετὴν ἐξομοιοῦται θεῷ καὶ τῶν ἄλλων ἄρχει ζῴων ὁ ἄνθρωπος. ‘οὐκ ἔστι γὰρ ἐν Χριστῷ’ κατὰ τὸν ἀπόστολον ‘ἄρσεν καὶ θῆλυ’· ‘ἐν γὰρ τῇ ἀναστάσει’, φησὶν ὁ κύριος, ‘οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ' ὡς ἄγγελοι θεοῦ ἐν οὐρανῷ εἰσι’. καί ‘καταντῶσιν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον τῆς πνευματικῆς