Ancient Greek
Page 27
Joannes Philoponus Phil., De opificio mundi 27
Not analysed yet
οὐδὲ γὰρ τοῖς περὶ Θεόδωρον τοῦτο δοκεῖ—μήτε τοῖς κοσμικοῖς συνυπέστησαν σώμασι διὰ τὸ σώματος κεχωρίσθαι παντός, ἐπεὶ μηδὲ ἡ τῶν ἀνθρώπων ψυχὴ ἑτέραν παρὰ τὰ σώματα λαβοῦσα σύστασίν τε καὶ οὐσίαν, λείπεται ἄρα πρὸ τῆς τοῦ κόσμου γενέσεως ὑποστῆσαι αὐτὰς τὸν θεόν· διόπερ οὐδὲ τῆς παραγωγῆς αὐτῶν μνήμην πεποίηται Μωϋσῆς μόνου τοῦ φαινομένου τούτου κόσμου διδάξαι θελήσας τὴν γένεσιν εἰς ἐπίγνωσιν ἀνθρώποις τοῦ ποιήσαντος αὐτὸν θεοῦ. διὸ τῆς τῶν ἐγκοσμίων γενέσεως παραλέλοιπεν οὐδὲν οὐδὲ τὸ βραχύτατον. εἰ δὲ κἀκεῖνοι τῶν ἐγκοσμίων ἦσαν, μνήμην ἂν πάντως αὐτῶν ἐποιεῖτο. καὶ γὰρ ἐν τοῖς μετὰ ταῦτα θαυμαστά τινα περὶ αὐτῶν διηγήσατο. οὐκ ἂν οὖν ἐν τῇ γενέσει τῶν ὅλων τὰ τιμιώτατα τοῦ κόσμου κατελίμπανεν ἀμνημόνευτα παντὸς ὑπερανέχοντα τοῦ κόσμου καὶ οὐσίᾳ καὶ δυνάμει καὶ ταῖς ἐνεργείαις καὶ γνώσει καὶ ἀξίᾳ. ιαʹ. Ὅτι τὸ μὲν συνυποστῆναι τοῖς σώμασι τοὺς ἀγγέλους παντελῶς ἄγραφον, θάτερον δὲ οὐ παντελῶς. Εἰ δὲ τὸ ἄγραφον ἐγκαλεῖ Βασιλείῳ Θεόδωρος, πρῶτον μὲν οὐδὲ παντελῶς ἐστιν ἄγραφον· εἰ γὰρ τῆς τῶν ἀγγέλων ἦν ὁ διάβολος τάξεως, εἴρηται δὲ ἐν τῇ γραφῇ τοῦ Ἰὼβ περὶ αὐτοῦ· ‘τοῦτό ἐστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν